TLG 3156 001 :: ANONYMI EXEGESIS IN HESIODI THEOGONIAM :: Exegesis in Hesiodi theogoniam ANONYMI EXEGESIS IN HESIODI THEOGONIAM Schol. Exegesis in Hesiodi theogoniam Citation: Page — (line) | ||
369 | Μουσάων Ἑλικωνιάδων. Μούσας τὰς λογικὰς τέχνας φησί. χορεύειν δὲ περὶ τὸν Ἑλικῶνα, ἤτοι τὴν βάσιν τοῦ ἐγκεφάλου. φασὶ γὰρ καὶ τὸ ὀστοῦν, ἐν ᾧ ἱδρύεται ὁ ἐγκέφαλος, τοιοῦτον εἶναι ἑλικοειδές· ἢ χορεύειν | |
5 | φησί, τουτέστι ἐγκεῖσθαι ταύτας περὶ τὸν ἐγκέφαλον, ὅτι εἰ μή τις ἀεὶ στρέφοιτο ἐπὶ τῆς τέχνης, ἣν ἐξηγήσατο, οὔποτ’ ἂν ἐν ἕξει ταύτῃ γενήσεται. καὶ λουθεῖσαι τῇ ἰοειδέϊ πηγῇ, ἤγουν τῷ ἐπιπόνῳ ἱδρῶτι (διὰ γὰρ ἱδρῶ‐ τος αἱ τέχναι κρατοῦνται), χορεύουσι καὶ συστρέφονται | |
---|---|---|
10 | περὶ τὸν ἐγκέφαλον, ἔνθα, ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου, προέρχονται κεκαλυμμέναι σκότῳ πολλῷ (ἀόρατοι γὰρ αἱ τέχναι κρατοῦνται). χορεύουσι δὲ συστρέφοντες περὶ τὸν ἐγκέφαλον, ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου πατρός εἰσι, κατὰ τὴν νύκτα πορεύονται, ἤγουν ἀσωμάτως καὶ μὴ | |
15 | ὁρώμεναι πρός τινος. ἢ νύχιαι πορεύονται, ἐπειδὴ ὁ νοῦς μᾶλλον κατὰ τὴν νύκτα συνάγεται καὶ γίνεται καθ’ ἑαυτὸν καὶ ταύτας προβάλλεται. αὗται δὲ περὶ τὸν ἑαυτῶν πατέρα διηνεκῶς στρέφονται, ἤγουν μένουσι περὶ τὸν ἐγκέφαλον καὶ φω‐ | |
20 | νὴν πέμπουσι θαυμαστήν, περί τε αἰθέρος φάσκουσαι, ὃν Δία φησί, καὶ περὶ ἀέρος ἀργοῦ, ἤτοι λευκοῦ, τοῦ ἐμβαίνοντος χρυσοῖς ὑποδήμασι, τουτέστι τοῦ συγγινομέ‐ νου τῷ αἰθέρι (ὁ γὰρ αἰθὴρ λαμπρός ἐστι καὶ πυρώδης), καὶ περὶ ἡλίου καὶ σελήνης [καὶ] ὕδατος [καὶ] θέμιδός | |
25 | τε, ἤγουν τοῦ νοῦ, παντὸς κόσμου θέσεως καὶ διαθέσεως, | |
καὶ περὶ ἀστέρων· περὶ Λητοῦς, ἤτοι σκότους, περὶ Ἰαπε‐ | 369 | |
370 | τοῦ ἤτοι οὐρανοῦ κινήσεως, περὶ Κρόνου, ἤτοι καθαροῦ νοός (κορὸς γὰρ ὁ καθαρός), περὶ ἡμέρας, περὶ νυκτὸς καὶ περὶ πάντων. ἢ ὀρχεῦνται περὶ τὴν βάσιν τοῦ Κρο‐ νίωνος, τοῦ υἱοῦ τοῦ νοός. τὸ μὲν γὰρ τοῦ νοός ἐστι | |
5 | πρακτικόν, τὸ δὲ θεωρητικόν. ἐπεὶ γοῦν δύο μέρη τοῦ νοός εἰσιν, εἰκότως Κρονίδην τὸ πρακτικόν φησι τοῦ νοός. καλῶς δὲ καὶ τοῦ εἶπε Κρονίδου, ἤγουν τοῦ θεωρητικοῦ, ἐπεὶ γὰρ αἱ λογικαὶ τέχναι οὐκ εἰσὶ τοῦ πρακτικοῦ μέρους, ἀλλὰ τοῦ θεωρητικοῦ, διὰ τοῦτο ἕνα Κρονίδην εἶπεν· | |
10 | αἰγίοχον δὲ τὸν αἰθέρα εἶπεν, ἐπειδὴ ὁ αἰθὴρ πάντων ὑπεραναβεβηκὼς τῶν στοιχείων. αἱ αἰγίδες δέ, ἤγουν αἱ καταιγίδες καὶ τὰ πνεύματα πάθη τοῦ ἀέρος εἰσίν. 23. ἄρνας ποιμαίνονθ’. αἵ τινές ποτε, δηλονότι αἱ τέχναι, ἐδίδαξαν τὸν Ἡσίοδον καὶ ἐσόφισαν ἄρνας ποιμαί‐ | |
15 | νοντα, ἤγουν πρῶτον μὲν ταῖς ἀλόγοις ἐπιθυμίαις ἑπόμε‐ νον, ὕστερον δὲ ἀσχολεύσαντα ἀπὸ πάντων καὶ οἱονεὶ μύσαντα καὶ ἀναισθήσαντα πρὸς πᾶσαν αἴσθησιν. ἄρνας δὲ λέγει τοὺς ἀλόγους ἐπιθυμίας, Ἑλικῶνα δὲ τὸν ἐγκέ‐ φαλον, ἑπόμενον οὖν ταῖς ἀλόγοις ἐπιθυμίαις ὑποκάτω | |
20 | τοῦ νοός. ὁ μὲν νοῦς πάντων ὑπερανέστηκεν, ὅθεν καί, ὃν μέγαν μέλλομεν εἰπεῖν, κορυφαῖον καλοῦμεν διὰ τὸ τοῦ σώματος ὅλου ὑπερανεστηκέναι τὸν νοῦν. ὁ δὲ ποι‐ μαίνων ἀφίησι τὰ ποιμαινόμενα, ὅπου ἂν ἐθέλοιεν πο‐ ρεύεσθαι. | |
25 | 24. τόνδε δέ με. αὗται γοῦν, αἱ Μοῦσαι δηλο‐ νότι, εἶπον πρός με, ἤγουν αἱ λογικαὶ τέχναι, ἤτοι ἐν συναισθήσει ἑαυτοῦ γεγονὼς καὶ ἀναλογισάμενος εἶπε πρὸς ἑαυτόν· ὦ ποιμένες, δοῦλοι κοιλίας, ἐπονείδιστοι. οἱ σοφοὶ γινώσκουσι πολλὰ ψεύδη λέγειν ὁμοιούμενα ἀλη‐ | |
30 | θέσι καὶ πάλιν ἀληθῆ λέγειν. τοῦτο δὲ παρήγαγε δει‐ κνύων, ὅτι τὸ περὶ ἔργων ἀψευδῶς φαίνεται πρὸς τὸν | |
ἑαυτοῦ ἀδελφὸν Πέρσην λεγόμενον. εὐθὺς δὲ σκῆπτρον | 370 | |
371 | καὶ στήριξιν ἔλαβον δάφνης, ἤγουν ἐπεχείρησα κο‐ πιῶν. καὶ γὰρ τὰ φύλλα τῆς δάφνης πικρά εἰσι, καὶ ὁ ὑπὲρ τῆς ἀρετῆς ἱδρὼς ἐπίπονος. καὶ ἄλλως δὲ νοη‐ τέον τὸ ἔδον μοι δάφνης κλάδον. εἰ μὴ γὰρ τὴν | |
5 | γλῶσσάν τις ἐξασκήσῃ καὶ οἱονεὶ στομώσῃ πρὸς τὸ φω‐ νεῖν, ὁπότ’ ἂν βούλοιτο καὶ ὃ θέλοι, οὐκ ἂν ἄλλως γινώσκοιτο σοφός. δάφνη γὰρ εἴρηται ἀπὸ τοῦ δα ἐπι‐ τατικοῦ μορίου καὶ τοῦ φωνῶ. ἐνεπνεύσθην δὲ ὑπὸ τῶν Μουσῶν, ἵνα γινώσκοιμι τὰ ὄντα καὶ τὰ ἐσσόμενα, ὡς | |
10 | καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ φησὶν ἐμφαίνων δεῖν εἶναι περὶ ἐσσομένου γινώσκειν τὸν ποιητήν. ἄειδε δὲ Φήμιος κα‐ λόν, οὗ κλέος οὔποτ’ ὀλεῖται, γινώσκων γὰρ τὸ μέλλον, καὶ ὡς οὔποτε τὸ ὄνομα τῆς τούτου σβεσθείη ποιήσεως, τοῦτο ἐπέγραψεν. | |
15 | 35. ἀλλὰ τίη μοι ταῦτα. ἀλλὰ τί μοι ταῦτα, φη‐ σίν, ὥσπερ εἰ ἔλεγον περὶ τῶν ἐν δρυὶ καὶ πέτρᾳ σκη‐ νωμάτων. οἱ γὰρ παλαιοὶ πρὸ τοῦ κτίσαι πόλεις ἐν δρυσὶ καὶ πέτραις ᾤκουν. 36. τύνη Μουσάων. σὺ δέ, ὦ νοῦ, ἄρχου λέγειν | |
20 | περὶ πάντων τῶν προαναφωνηθέντων σοι τεχνῶν, αἵ τινες ὑμνοῦσι τὸν ἑαυτῶν πατέρα, τὸν νοῦν δηλαδή, καὶ λέ‐ γουσι τὰ ὄντα καὶ τὰ ἐσσόμενα ὁμοφωνοῦσί τε ἀλλή‐ λαις. τὰ γὰρ καλὰ πάντοτε συμφωνοῦσι, τὰ δὲ μὴ τοι‐ αῦτα καὶ ἀφ’ ἑαυτῶν ἐλέγχονται. διαχέεσθαί τε ποιοῦσι | |
25 | τὸν ἐγκέφαλον, ἐνστρέφονταί τε ἀεὶ ἐν αὐτῷ, καὶ ἠχεῖσθαι ποιοῦσι τὸν νιφόεντα Ὄλυμπον, ἤτοι τὸν καθαρώτατον νοῦν. ἄρχου τε πάλιν, ὦ νοῦ, ὑμνεῖν τὸν Δία, ἤτοι τὸν νοῦν, τὸν πατέρα πάντων, ὅτι πάντων κρατεῖ, ἔπειτα λέγε | |
περὶ ἀνθρώπων περὶ τεχνῶν τε. ποίων; ἃς ἐγέννησεν | 371 | |
372 | ἡ Μνημοσύνη συνελθοῦσα τῷ Διΐ, ἤτοι τῷ νοΐ. ἐγέν‐ νησε δὲ ἐν τῇ Πιερίᾳ, ἐν ἐπιθυμητῷ δηλαδὴ τόπῳ. Μνήμη δὲ ποία; ἡ βασιλεύουσα ἐν τῷ Ἐλευθῆρι. τοῦτο δὲ εἶπεν ἐμφαίνων, ὡς δεῖ τὸν μέλλοντα τὴν φιλοσοφίαν | |
5 | μετέρχεσθαι ἐλεύθερον μὲν εἶναι παντὸς βιωτικοῦ πράγ‐ ματος, ἄρχειν δ’ ἐν τούτῳ καὶ μόνον ἐμμένειν τὴν ἐλευ‐ θερίαν. ἐγέννησε δὲ ταύτας τὰς τέχνας εἰς λησμοσύνην τε τῶν κακῶν καὶ ἀνάπαυσιν τῶν φροντίδων. δεῖ γὰρ τὸν μανθάνοντα πρὸς τῷ πόνῳ καὶ τῇ σπουδῇ καὶ πᾶσι | |
10 | τοῖς εἰς τοῦτο συντείνουσιν, ἀπεπιλήσμονα εἶναι τῶν μαθη‐ μάτων αὐτῶν. ἀντίκειται γὰρ τῷ λόγῳ καὶ ἡ λήθη, καὶ τοῦτο δηλοῖ Ὅμηρος παρεισάγων ἐν τῇ ἰδίᾳ ποιήσει τὴν Ληθὼ τῷ Ἑρμῇ ἀντιμαχομένην, Λητοῦς μὲν τῆς λή‐ θης νοουμένης, Ἑρμοῦ δὲ τοῦ λόγου. | |
15 | 56. ἐννέα γάρ οἱ νύκτας. διὰ τούτου δηλοῖ τὸ πολυχρόνιον τῶν μαθημάτων. δεῖ γὰρ τὸν μανθάνοντα πολυχρονίζειν ἐν τοῖς μαθήμασι. καὶ γὰρ ὁ ἐννέα ἀριθμὸς τέλειός ἐστιν. ἐμίσγετο γοῦν ταύτῃ τῇ Μνήμῃ Ζεύς, ἤγουν ὁ νοῦς, ὁ τὸ εὖ ζῆν ἡμῖν παρεχόμενος, ἡμέρας | |
20 | ἐννέα διὰ τὸ δεῖν εἶναι τὸν μανθάνοντα πολυχρονίζειν, ἐν τοῖς μαθήμασιν. ἐμίσγετο δὲ χωρὶς τῶν ἄλλων μαθη‐ μάτων, ἤγουν χωριζόμενος καὶ καθαρεύων πασῶν αἰσθή‐ σεων. ἀθανάτους δὲ ταύτας λέγει διὰ τὸ ἀεὶ συμπαρα‐ μένειν τῇ φύσει καὶ μήποτε μηδὲ μίαν ἐκ ταύτης ἀπόλ‐ | |
25 | λυσθαι. ἀλλ’ ὁπότε ὁ καιρὸς παρῆλθε τῆς μαθήσεως καὶ ἡμέραι πολλαὶ ἐτελέσθησαν, ἐγέννησεν αὕτη ἡ Μνήμη ἐννέα θυγατέρας, τῶν ἐννέα τούτων εἰς λογικὰς τέχνας ἀναγο‐ μένων, αἷς θυγατράσι διὰ φροντίδος ἐστὶ τὸ φροντίζειν καὶ ᾄδειν περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων, μικρὸν | |
30 | ἀπεχομέναις τοῦ Οὐρανοῦ. καὶ αὐτοῦ γὰρ ἐφικνοῦνται τοῦ Οὐρανοῦ σχεδόν, ἐξετάζουσαι, ὅπου γε ἐν τῷ οὐρανῷ | |
πολλαὶ αὐτῶν γίνονται ἐξετάσεις. σὺν αὐταῖς δὲ κατοι‐ | 372 | |
373 | κοῦσι καὶ αἱ Χάριτες, ἃς Χάριτας σωματοποιοῦσιν οἱ παλαιοὶ τρεῖς ζωγραφοῦντες γυμνὰς ἐχομένας ἀλλήλων. εἰσὶ δὲ ταῦτα τὰ ὀνόματα τούτων· Θάλεια, Εὐφροσύνη καὶ Ἀγλαΐα. ταύτας δὲ οὕτως ἐζωγράφουν, δηλοῦντες | |
5 | διὰ μὲν τοῦ τρεῖς γράφειν τὸν χαρίζοντα, τὸν χαρι‐ ζόμενον καὶ αὖθις τὸν ἀντιχαρίζοντα, διὰ δὲ τοῦ γυμνὰς γράφειν τὸ δεῖν εἶναι τὸν χαρίζοντα μήτε διὰ φόβον μήτε διὰ κολακείαν μήτε δι’ ἄλλο τι τοιοῦ‐ τον χαρίζειν, μηδὲ πρὸς ἀντίχαριν ἀφορῶντα, ἀλλὰ | |
10 | διὰ τὸ ἔχεσθαι ἀλλήλων, ὅτι ἕπεται τῇ Χάριτι ἡ ἀντί‐ χαρις. τὰ δὲ ὀνόματα ταῦτα ἐπέγραφον ταύταις, ὅτι, εἰ μή τις θάλλει καὶ εὐπορεῖ, τοῦ πράγματος οὐ μεταδί‐ δωσί τινι, ὁμοίως δὲ καὶ ἐπὶ τῆς Ἀγλαΐας καὶ ἐπὶ τῆς Εὐφροσύνης. συγκατοικεῖν δὲ τὰς Χάριτας ταῖς Μούσαις | |
15 | φησὶ διὰ τὸ χαρίεν καὶ ἐπιθυμητὸν τῆς σοφίας. αἵ τινες Μοῦσαι διεξιᾶσι καὶ λέγουσι τοὺς νόμους καὶ τὰς ποιότη‐ τας καὶ τὰς διαγωγὰς πασῶν τῶν αἰσθήσεων. ἐζωγράφουν δὲ ταύτας ἐπιβαινούσας σφαιρῶν, δηλοῦντες, ὡς δεῖ τὸν μετερχόμενον τὴν φιλοσοφίαν ὀλίγον τι τῶν γηΐνων ἐφά‐ | |
20 | πτεσθαι, ὥσπερ καὶ τὴν σφαῖραν. τοῦτο δὲ δηλοῦντες καὶ ἐν ὄρει γεγεννῆσθαι ταύτας φασί, δηλοῦντες, ὥσπερ τὸ ὄρος πάντων ὑπερανέστηκε τῶν λοιπῶν, οὕτω δεῖν ὑπε‐ ράνω τῶν βιωτικῶν εἶναι καὶ τὸν φιλοσοφοῦντα. αἵ τινες Μοῦσαι πρὸς τὸν οὐρανὸν ἀπήρχοντο, ὑμνοῦσαι τὸν Δία, | |
25 | ἤγουν τὸν πρῶτον νοῦν, τὸν παραγωγέα τῶν τῇδε πάντων. καὶ γὰρ ἐδόξαζον οἱ παλαιοὶ νοῦν εἶναι τὸν πρῶτον τὸν τὰ τῇδε πάντα παραγαγόντα. οὗτος δὲ ἐμβασιλεύει τῷ οὐρανῷ, ἤγουν οἶδε πάντων τῶν στοιχείων τὰς ποιό‐ τητας, νικήσας τὸν πατέρα Κρόνον ἐν τῇ δυνάμει. φασὶ | |
30 | γὰρ τὸν Κρόνον πολλὰ τεκνογονήσαντα πάντα καταφα‐ | 373 |
374 | γεῖν, μόνον δὲ τὸν Δία τοῦτον ὑπερνικῆσαι, δηλοῦντος τοῦ λόγου, ὅτι ὁ χρόνος, ὅσα ἐνταῦθα παράγει, ταῦτα καὶ ἀφανίζει, μόνης δὲ τῆς ἡμετέρας ψυχῆς καὶ τοῦ νοῦ οὐχ ὑπερισχύει, οὐ γὰρ ἂν ἐκλείψῃ αὕτη ποτέ, μέχρις | |
5 | αὐτὸ τῇδε πᾶν συνεστηκὸς περίγειον ἐκλείψῃ. ὃς νοῦς νικήσας τὸν χρόνον πάντα καλῶς ᾠκονόμησε καὶ περὶ πάντων ἐφυσιολόγησεν, ὅτι αἱ ἐννέα Μοῦσαι εἰς ἐννέα λογικὰς ἀνάγονται τέχνας. Κλειὼ μὲν γὰρ ἐφεῦρε ῥητο‐ ρικήν, Εὐτέρπη αὐλητικήν, Θάλεια κωμῳδίαν, Μελπομένη | |
10 | τραγῳδίαν, Τερψιχόρη κιθαρῳδίαν, Ἐρατὼ ποίησιν, Πολυ‐ μνία γεωμετρίαν, Οὐρανία ἀστρονομίαν, Καλλιόπη τὰ ἔμμε‐ τρα ἔπη. τῶν δὲ θ Μουσῶν τὰ ὀνόματα ἀπὸ τῶν τεχνῶν παρητυμολόγηνται. τὸν γὰρ τὴν ῥητορικὴν μετ‐ ερχόμενον κλείεσθαι, ἤτοι δοξάζεσθαι συμβαίνει, συμβου‐ | |
15 | λεύοντα καὶ δικανευόμενον καὶ πανηγυρίζοντα, τὸν δὲ τὴν αὐλητικὴν πολλοὺς τέρπειν τοῖς μέλεσι, τὸν τὴν κω‐ μῳδίαν μετερχόμενον θάλλειν ἐν αὐτῇ τῇ τέχνῃ διὰ τὸ ἀεὶ θάλλειν τῆς ποιήσεως, τὸν δὲ τὴν γεωμετρίαν ἀσκοῦντα πολλοὺς ὑμνεῖν καὶ πολλοῖς ὑμνεῖσθαι, καὶ καθεξῆς ἀπὸ | |
20 | τῆς ἐμφαινομένης πείρας ἔχειν τὸ ὄνομα, ὥσπερ καὶ τὴν Καλλιόπην ἀπὸ τοῦ καλλύνειν τὰ ἔπη ἢ ἀπὸ τοῦ κάλλος ἔχειν ὀπός. ἐπεὶ γὰρ εἰς τὰ ἔμμετρα ἔπη ἡ Καλλιόπη ἀνάγεται, δεῖ τὸν ταύτῃ προκείμενον, τὴν γλῶτταν εὐ‐ περίστροφον φέρειν. ὁ δὲ Ἡσίοδος διὰ τοῦτο ταύτην | |
25 | μᾶλλον τῶν ἄλλων ἐγκωμιάζει, ἐπειδὴ ποιητής ἐστιν, καὶ ἐπειδὴ ἡ Καλλιόπη, πρὸς ποίησιν ἀνάγεται. αὕτη γάρ, φησίν, ἡ Καλλιόπη ἡ δι’ ἐμμέτρων ἐπῶν προσγινομένη γνῶσις, ἐπακολουθεῖ καὶ τῷ βασιλεῖ, ὅν τινα αὗται αἱ λογικαὶ τέχναι κοσμήσωσι, καὶ ὅν τινα εἰσίδωσι γεννώ‐ | |
30 | μενον, ἤγουν ᾧ τινι ἐπικλωσθῇ τὸ γενέσθαι σοφόν. ἢ | 374 |
375 | καὶ ἄλλως ἀπὸ τῶν θ τούτων Μουσῶν τοῖς δ ἂν εὕροι τις τὰς δ λογικὰς τέχνας τὰς πρώτας ἐμφαινομένας, τῇ Κλειοῖ τὴν ἀριθμητικὴν, (ἡ γὰρ ἀριθμητικὴ τὰ πλεῖστα εἰς ἓν συνενοῖ καὶ συνάγει καὶ συγκλείει, ἐτυμολογουμένη | |
5 | ἀπὸ τοῦ κλείειν), τῇ Εὐτέρπῃ τὴν μουσικὴν ὡς ἀπὸ τοῦ τέρπειν, τῇ Ἐρατοῖ τὴν γεωμετρίαν, ὡς δῆλόν ἐστι καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος, (ἔρα γὰρ καὶ γῆ ταυτὸν δη‐ λοῦσι συνεκφωνούμενα), τῇ Οὐρανίᾳ τὴν ἀστρονομίαν· καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ὀνόματος. | |
10 | 94. ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλ‐ λωνος. ἐνταῦθα περὶ τῶν ἐν οὐρανῷ διαλέγεται. τοῦ γὰρ Ἀπόλλωνος εἰς τὸν ἥλιον ἀναγομένου, φησίν, ὅτι τοῦ ἡλίου καὶ τῆς τῶν ἀστέρων κινήσεως τοιῶνδε ἐμφαινο‐ μένων ἐπ’ ἐκείνου, ἐφ’ οὗ ἂν παρηγοροῖέν τινες τὰ | |
15 | τοιαῦτα, γίνεται καὶ κιθαριστής. ἐπειδὴ δὲ κυρίως μὲν ἀπὸ τῶν ἐν τῇ γεννήσει ἐπιψηφισθέντων συμβαίνουσι τὰ γινόμενα (εἰ μὴ γάρ τινι ἐπικλωσθείη τὸ γενέσθαι τοιῷδε, οὐκ ἂν συμβαίη, τέως δὲ καὶ ἀπὸ τῆς ἐνασκουμένης τινὶ τέχνης), διὰ τοῦτο καὶ τὰς Μούσας ἐπήγαγεν, ὡς διὰ | |
20 | μὲν τοῦ ζωδίου τῆς τύχης ἐμφαινομένας, διὰ δὲ τῆς ἀσκή‐ σεως τὴν τοιάνδε τέχνην καὶ τὸ πλήρωμα. πάλιν τοῦ Διὸς εἰς βασιλικὸν ἀστέρα ἐμφαινομένου, τοιόσδε γίνεται οὗτος, ἐφ’ οὗ ἂν τοῦτο παρηγοροῖτο, ἄρχων τυχὸν ἢ βασιλεύς. οὗτος δ’ ἐστὶ μακάριος, ὃν ἡ φιλοσοφία κατα‐ | |
25 | κοσμήσει· εἰ γάρ τίς, φησι, νεωστὶ ἐπισυμβάντος πάθους κατατήκοιτο τὴν καρδίαν, ὑπὸ μουσικοῦ ἢ τοιούτου τινὸς θεραπεύεται, οἷον καὶ τὸ ἐπί τινι τῶν βαρβάρων βασι‐ λέων συμβάν. τεθνηκυίας γὰρ αὐτοῦ τῆς συμβίου, καὶ τὴν καρδίαν κοπτόμενος ἀβίωτον εἶναι τοῦτον τὸν βίον | |
30 | ἐνόμιζε. προσελθόντος δέ τινος αὐτοῦ μουσικοῦ καὶ τὴν | 375 |
376 | γυναῖκα τὴν σὴν ἀναστήσειν δύναμαι φήσαντος, ὦ βασι‐ λεῦ, ἐὰν μόνους τρεῖς μοι δυνηθῇς ἀλύπους ἀνθρώπους εὑρεῖν, μὴ δυνηθέντος τοῦ βασιλέως τούτους εὑρεῖν, ἐν‐ ταῦθα ὁ μουσικὸς εἶπεν· ὦ βασιλεῦ, τρεῖς μόνους ἀλύπους | |
5 | μὴ δυνάμενος ἐξευρεῖν αὐτὸς ἄχθῃ καὶ τὴν καρδίαν σπαράττῃ, ὁμοιοπαθὴς τυγχάνων καὶ αὐτὸς τοῖς πολλοῖς; ὁ δὲ βασιλεὺς τοῦτο ἐνωτισθεὶς εὐθὺς τῆς λύπης ἐπαύσατο. 116. ἤτοι μὲν πρώτιστα χάος ἐγένετο. χάος ἐν‐ | |
10 | ταῦθα ἠλληγόρησάν τινες τὸ ὕδωρ παρὰ τὸ κεχύσθαι. πρῶτον μὲν οὖν, φησί, προϋπέστη τὸ ὕδωρ ἡ γῆ τε, τὸ ἀσφαλὲς κατοικητήριον τῶν ἀθανάτων, ἀθανάτων νοου‐ μένων ἐνταῦθα ἀέρος, ὕδατος, πυρός. καὶ γὰρ κἂν τοῖς κοι‐ λώμασι τῆς γῆς ἔστιν εὑρεῖν ἀέρα καὶ πῦρ καὶ ὕδωρ. καὶ | |
15 | τὰ ἀγγεῖα δὲ κἂν ὑγρότητος μὴ ἐμπέπλησται, ἀέρος μεταλαμ‐ βάνουσι. κατοικητήριον γοῦν ἐστιν αὕτη τῶν τοιούτων στοιχείων, ἅπερ ἀθάνατα εἶπε διὰ τὸ ἀεὶ εἶναι. ποίων δὲ ἀθανάτων κατοικητήριον; οἵπερ περὶ τὸν ἀέρα εἰσί. προϋπέστη δὲ καὶ Τάρταρος, ἤγουν ὁ ἀὴρ παρὰ τὸ τε‐ | |
20 | ταράχθαι. φύσει γὰρ ὄντος ἀφεγγοῦς καὶ σκοτεινοῦ τοῦ ἀέρος, ὁ ἥλιος φωτίζει τοῦτο τὸ ἀχλυῶδες καὶ σκοτει‐ νόν. καὶ ὥσπερ ἡλίου μὴ φαίνοντος ἐπίκειται ὁμίχλη, ἅμα δὲ τῷ φάνσαι τοῦτον διασκεδάζει, οὕτω καὶ ὁ ἀὴρ φύσει ὢν ζοφερὸς ὑπὸ τοῦ ἡλίου φωτίζεται. ἐπεὶ δὲ ὁ | |
25 | μὲν κατὰ μέσον οὐρανοῦ καὶ γῆς ἀὴρ κἂν ζοφώδης ἐστίν, (ἀποβάλλει τὸν γνόφον, αὐτοῦ φαίνοντος τοῦ ἡλίου,) ὁ δὲ ὑποκάτω τῆς γῆς ἀεὶ ζοφώδης ἐστί, διὰ τοῦτο ἐπήγαγε τὸ μυχῷ χθονὸς εὐρυοδείης, καὶ γὰρ τὸν ὑποκάτω τῆς γῆς ἀέρα συμβαίνει ἀλαμπῆ τινα εἶναι. προϋπέστη δὲ καὶ | |
30 | ὁ ἔρως, τουτέστιν ἡ ἁρμονία καὶ κοινωνία τῶν στοιχείων | |
πρὸς ἄλληλα. τοῦ γὰρ ἀέρος θερμοῦ καὶ ὑγροῦ ὄντος, | 376 | |
377 | τὸ ὕδωρ συμβαίνει μετέχειν τῆς τοῦ ἀέρος ὑγρότητος πρὸς τῷ καὶ ψυχρὸν εἶναι. πάλιν τοῦ ὕδατος ὄντος ψυχροῦ, συμβαίνει τὴν γῆν ψυχρὰν εἶναι πρὸς τῷ καὶ ξηρὰν τυγχάνειν. ὡσαύτως καὶ τὸ πῦρ πρὸς τῷ εἶναι | |
5 | θερμὸν καὶ ξηρόν ἐστι, καὶ οὕτως ἀλλήλοις εἰσὶ συνηνω‐ μένα καὶ τῆς ἀλλήλων ποιότητος συμμετέχοντα. καὶ τοῦτό ἐστιν, δι’ ὅπερ καὶ Ὅμηρος παρεισάγει τὸν Δία λέγοντα ὀργιζόμενον τοῖς θεοῖς τὸ „σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντεσ“. ἐὰν γὰρ ἡ τάξις καὶ ἡ κοινωνία τῶν στοι‐ | |
10 | χείων ἡ πρὸς ἄλληλα διαλυθῇ, ἤδη καὶ τὸ πᾶν καταλέλυ‐ ται. τινὲς δέ φασιν Ἔρον νοεῖσθαι καὶ τὸν αἰθέρα. ἐπεὶ γὰρ ὁ Ἔρως οὐ μόνον θερμότητός ἐστιν αἴτιος, ὥσπερ καὶ ὁ αἰθήρ, ἀλλὰ καὶ λύων τὰ μέλη, εἰκότως ἂν κἀπὶ τοῦ αἰθέρος λαμβάνοιτο, ὃς ἔρως, ἤγουν ἡ κοινωνία τῶν | |
15 | στοιχείων ἡ πρὸς ἄλληλα ἢ ὁ αἰθήρ, δαμάζει τὴν φρόνη‐ σιν πάντων τῶν ἀνθρώπων διὰ τὸ μὴ ὑπό τινος δύνασθαι νοεῖσθαι. 126. γαῖα δέ τοι. ἡ γῆ δὲ πρῶτον μὲν ἐγέννησε τὸν οὐρανόν. φησὶ γὰρ τὴν γῆν κέντρου λόγον ἐπέχειν | |
20 | πρὸς τὸν οὐρανόν. τὸ δὲ ἶσον ἑαυτῇ, ἤγουν πάντοθεν ὁμοίως ἀπέχοντα καὶ διεστηκότα ταύτης (πάντοθεν γὰρ ἶσος ἀφέστηκε τῆς γῆς), ἵνα ταύτην παρακαλύπτῃ παντα‐ χοῦ, ἕως ἐστήρικται καὶ τὰ στοιχεῖα ἐν αὐτῇ. ἐγέννησε δὲ καὶ τὰ ὄρη· ὅσον γὰρ γλίσχρον τῆς γῆς, ἀναπηδῆσαν | |
25 | καὶ ἐξοστρακισθὲν ἐξ αὐτῆς, ὄρη ἐγένετο, ὅσον λεπτὸν ταύτης, ἐκμυζηθὲν τὴν θάλασσαν ἀπετέλεσε. ποῖα δὲ ὄρη ἐγέννησε; τὰ κατοικητήρια τῶν νυμφῶν, ἤτοι τῶν πηγῶν, αἵ τινες κατοικοῦσι ἀνὰ τὰ ὄρη τὰ βησσήεντα, ἤγουν τὰ | |
ἀφ’ ἑνὸς μέρους βάσιμον τὴν πορείαν ἔχοντα, ὥσπερ | 377 | |
378 | καὶ τὸ ἀτραπός. ἀτραπὸς γὰρ λέγεται ἡ λεία ὁδός, ἧς ἐκτραπῆναι οὐκ ἔστιν. ἐγέννησε δὲ καὶ τὸν πόντον, (ὅσον γὰρ λεπτότατον τῆς γῆς, ἐκμυζηθὲν οἱονεί, τοῦτον ἀπετέ‐ λεσε), μήτινι συνελθοῦσα, ἔπειτα δὲ συνελθοῦσα τῷ οὐ‐ | |
5 | ρανῷ ἐγέννησε τὸν Ὠκεανόν, ἤγουν τὸν ποταμὸν παρὰ τὸ ὠκέως νάειν. καὶ γὰρ ἄνωθεν κατερχομένου τοῦ ἀτμοῦ, τοῦ ἐκ τῆς γῆς ἀναχθέντος, συμβαίνει τὰ κατερχόμενα εἰς λίμνας ὑδάτων συνεστάναι. 134. Κοῖόν τε Κρεῖόν τε. διὰ τῶν τοιούτων | |
10 | ὀνομάτων συμβαίνει νοεῖσθαι τῶν ὑομένων ὑδάτων τὴν ἐτυμολογίαν. διὰ μὲν γὰρ τοῦ Κοίου τὸ ποιὸν νοεῖται τοῦ ὀμβρίμου ὕδατος, διὰ δὲ τοῦ Κρείου τὸ ἀκράτητον τοῦ ὕδατος τῆς γῆς, διὰ δὲ τοῦ Ὑπερίονος τὸ ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς κατέρχεσθαι τόπου, διὰ δὲ τοῦ Ἰαπετοῦ | |
15 | τὸ ἴεσθαι καὶ πέτεσθαι, διὰ δὲ τῆς Θείας τὴν θεῦσιν καὶ τὴν ταχύτητα τῶν ὑδάτων, διὰ τῆς Φοίβης τὸ καθα‐ ρώτατον τούτων καὶ εὐειδές, διὰ δὲ τῆς Θέμιδος τὴν θέσιν τοῦ ὕδατος καὶ διευθέτησιν, μέχρις ἂν συνίσταται τὰ τῇδε πάντα καὶ τὰ ὕδατα κατερχόμενα ἄνωθεν ῥέουσι, | |
20 | διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν, διὰ τῆς Μνημοσύνης τὸ μόνι‐ μον τούτων, Μνημοσύνης τινὸς οὔσης, διὰ τῆς Τηθύος τὸ αὐξητικόν τε τούτου καὶ θρεπτικόν. μετὰ τοῦτο δὲ ἐγένετο ὁ Κρόνος, δηλονότι ὁ χρόνος, συνεπινοουμένου τῷ χρόνῳ καὶ τοῦ ἡλιακοῦ περιδρόμου. ἄλλο τι γὰρ | |
25 | οὐκ ἔστιν ὁ χρόνος, εἰ μὴ ἡ διὰ τῶν δώδεκα ζωδίων διόδευσις τοῦ ἡλίου. μετὰ ταῦτα γὰρ συνέστη ὁ ἥλιος ὁ ἀγκυλομήτης, περὶ ὃν δηλαδὴ πολλά εἰσι τὰ ἀγκύλα καὶ ἀνώμαλα. 138. δεινότατος παίδων. μόνος γὰρ οὗτος οὐχ | |
30 | ὑποπίπτει τῷ χρόνῳ, τῶν ἄλλων φθειρομένων καὶ εἰς τὰ | 378 |
379 | ἀφ’ ὧν συνέστηκε, διαλυομένων, καὶ τούτῳ ὑποπιπτόν‐ των. ἐμίσησε δὲ ὁ ἥλιος καὶ τὸν ἑαυτοῦ πατέρα χρόνον. πάλιν δὲ ἐγέννησε τοὺς Κύκλωπας, δηλονότι τὰς βρον‐ τάς, τὰς ἀστραπὰς καὶ τοὺς κεραυνούς, οἵ τινες καὶ τῇ | |
5 | θείᾳ προνοίᾳ ταῦτα παρέχουσιν, οἳ Κύκλωπες, ἤγουν αἱ βρονταί, αἱ ἀστραπαί, καὶ οἱ κεραυνοὶ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς θεοῖς, ἤγουν τοῖς ἄλλοις στοιχείοις ὑπῆρχον, κατὰ τοῦτο δὲ μόνον διέφερον, ἐπειδὴ κατὰ μέσον τοῦ μετώπου εἶχον τὸν ὀφθαλμόν, ἐπειδὴ κατὰ τὸ μέσον τοῦ | |
10 | οὐρανοῦ καὶ τῆς γῆς, ἤγουν τοῦ ἀέρος εἶχον τὴν ἐπι‐ φάνειαν. ἄλλοι δὲ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐγένοντο τρεῖς μεγάλοι παῖδες, λέγω δὲ τοὺς ἀνέμους Ζέφυρον, Βορρᾶν καὶ Νότον. ἐτυμολογεῖ δὲ διὰ τῶν ὀνομάτων τὰς τῶν ἀνέμων δυνάμεις, διὰ μὲν τοῦ Κόττου τὸ ὀργίλον | |
15 | τούτου καὶ δριμύ τε καὶ ἀπειλητικόν, διὰ δὲ τοῦ Βριάρεω τὸ ἰσχυρὸν καὶ σφοδρόν, διὰ δὲ τοῦ Γύγου τὸ ἀπὸ τῆς γῆς γεννᾶσθαι, γύων τῶν πλέθρων τῆς γῆς νοουμένων. τούτων τῶν ἀνέμων ἑκατὸν ἦσαν χεῖρες. διὰ τούτου δείκνυσι τὸ ἰσχυρὸν καὶ πρὸς πάντα σύντομον | |
20 | τῶν ἀνέμων. τὸ δὲ ν κεφαλὰς πρὸς τὸ ρ χεῖρας νοεῖται. ἐπειδὴ γὰρ ρ ἦσαν χεῖρες, ἀνάγκη καὶ πεντήκοντα εἶναι κεφαλάς. 154. ὅσοι γὰρ γαίης τε. ὅσα γάρ φησιν ἀνεβλά‐ στανον ἀπὸ τῆς γῆς, τῷ ἑαυτῶν πατρὶ μισητῶς διετί‐ | |
25 | θεντο. πατέρα δὲ τὸν οὐρανὸν τὰ ἀπὸ τῆς γῆς βλαστά‐ νοντα κέκτηνται. 155. δεινότατον τῶν παίδων. τοῦτο εἶπεν, ἐπειδὴ μετὰ τὸ τὰ τῇδε πάντα πραχθῆναι ἄχρι καὶ τὰ νῦν | |
σπειρόμενα σπέρματα ἀναδίδονται καὶ ἐξέρχονται τῶν λα‐ | 379 | |
380 | γόνων τῆς γῆς, ἤγουν οἱ ἀμετάτροποι (ὧν τὴν φύσιν οὐδεὶς μετατρέψαι ἰσχύει), μισητῶς διέκειντο τῷ πατρὶ τῷ ἑαυτῶν ἐξ ἀρχῆς, ἤγουν πρὸ τῆς τοῦ ἡλίου παραγωγῆς, πρὸ τῆς τῶν τῇδε πάντων διακοσμήσεως, διὰ τὸ ἅμα | |
5 | τῇ τῶν φυομένων βλαστήσει πάλιν αὐτὸ ἀποκρύπτεσθαι. τῶν ἀτμίδων δὲ τῶν τῆς θαλάσσης εἰς τὸν οὐρανὸν ἀνα‐ γομένων καὶ πάλιν ἀτάκτως κατὰ τῆς γῆς φερομένων διὰ τὸ μήπω τὸν ἥλιον παραχθῆναι, πᾶν τὸ φυόμενον ἀπὸ τῆς γῆς διεφθείρετο. | |
10 | 159. ἡ δ’ ἐντὸς στοναχίζετο. ἡ δὲ γῆ, φησί, ποτὲ μὲν πολλὰ ἀναφιεῖσα, ποτὲ δὲ ὑδατώδη πλημμύραν ἐν ἑαυτῇ δεχομένη, ἐστοναχίζετο καὶ ἐστενοχωρεῖτο. ἐμηχα‐ νήσατο δὲ δολίαν, ἤγουν συνετὴν τέχνην. κατασκευάσασα γὰρ ἀπὸ ἀδάμαντος, ἤτοι σιδήρου, δρεπάνην εἶπε τοῖς | |
15 | φίλοις πᾶσι παισί· τιμωρησώμεθα τὸν ὑμῶν πατέρα. πάν‐ των δὲ πρὸς τοὖργον δειλανδρησάντων, ὁ Κρόνος μόνος ἐθάρρησε τοῦτο ποιῆσαι. καλῶς δὲ τοῦτο εἶπε. πάντα γὰρ τὰ ἐκ τῆς γῆς προερχόμενα μητέρα κέκτηνται ταύτην. τινῶν δὲ τούτων μὴ δυνηθέντων στῆσαι τὴν τῶν ὑδάτων | |
20 | ἄτακτον φορὰν μηδὲ καλῶς μετέρχεσθαι τὰ τῆς γῆς, μόνος ὁ Κρόνος δηλονότι ὁ ἀρχαιότατος τῶν ἀνθρώπων τοῦτο ἐδυνήθη, θαρρήσαντες δὲ μετῄεσαν μὲν τὰ τῆς γῆς, τοῦ δὲ οὐρανοῦ οὐδὲ ὀλίγον ἐφρόντιζον. 171. ἐπεὶ πατρός γε δυσωνύμου. καλῶς καὶ τοῦτο | |
25 | προσέθηκε. καὶ γὰρ ὁ ἄνθρωπος οὐδένα λόγον κέκτηται τοῦ οὐρανοῦ. οὔτε γὰρ γεννώμενος ἐξ αὐτοῦ τὴν ὑπό‐ στασιν ἔχει, οὔτ’ ἂν ἀναλυόμενος εἰς αὐτὸν ἀναλύεται. διὰ τοῦτο εἶπεν, ὅτι οὐ φροντίζω τοῦ οὐρανοῦ. 173. γήθησεν δὲ. ἐπὶ πάσης διαχύσεως εἰώθασιν | |
30 | οἱ ποιηταὶ τοῦτο τιθέναι, ὡς καὶ Ὅμηρος· πᾶσα δὲ γή‐ | |
θησε πέρι χθών. | 380 | |
381 | 174. εἷσε δέ μιν κρύψασα λόχῳ. ὥσπερ οἱ λο‐ χῶντες καθήμενοι ἐνεδρεύουσι καὶ κρύπτονται, οὕτως οἱ θερίζοντες οἱονεί τινι λόχῳ προσκαθήμενοι, τὰς στάχυας ἐκθερίζουσιν. ἐδίδαξεν οὖν, φησί, τοὺς ἀνθρώπους ἡ γῆ, | |
5 | πῶς δεῖ ταῦτα μετέρχεσθαι. δέδωκε δὲ αὐτοῖς καὶ δρέ‐ πανον κεχαραγμένους ὀδόντας ἔχον καὶ ὑπέθετο τού‐ τοις πάντα τὰ τεχνάσματα. τὸ δὲ λοιπὸν μυθικόν ἐστι. 178. ὁ δ’ ἐκ λοχεοῖο. καὶ γὰρ οἱ θερίζοντες τῇ λαιᾷ τῶν ἀσταχύων ἐπιλαμβανόμενοι τῇ δεξιᾷ ἀποδρεπανίζουσιν. | |
10 | ἀπέκοψε δὲ τὰ αἰδοῖα τοῦ οὐρανοῦ, ἤγουν τὴν ἄτακτον ἐκείνην τῶν ὑδάτων φοράν. 181. πάλιν δ’ ἔρριψε φέρεσθαι. καὶ γὰρ οἱ γεωργοὶ ἀπὸ τῶν πρώην γεωργηθέντων ἐπιρριπτοῦντες ἐπὶ τὴν γῆν πάλιν εἰσκομίζονται τοὺς καρπούς· διὰ τοῦτο | |
15 | εἶπεν, ὅτι οὐκ ἔφυγον μάτην ἀπὸ τῆς χειρὸς αὐτοῦ. ὅσαι γὰρ κόκκων. καταβολαὶ καταβληθεῖσαι ἐπὶ τὴν γῆν αἱματόεσσαι, ἤγουν αἴτιαι τῆς συστάσεως τοῦ ἡμετέρου αἵματος, πάσας δέχεται ἡ γῆ. τοῦ χρόνου δὲ περιερχο‐ μένου ἐγέννησε τὰς Ἐρινῦς, ἤγουν τὰ σπέρματα παρὰ | |
20 | τὸ ἐν τῇ ἔρᾳ καὶ ἐν τῇ γῇ ναίειν. ἐγέννησε δὲ καὶ τοὺς Γίγαντας, δηλονότι τὰ δένδρα, ἅπερ ὑψηλὰ μὲν ὡς Γίγαντές εἰσι, τοὺς κλῶνάς τε κέκτηνται ἀντὶ δοράτων, καὶ ἀντ’ ἀσπίδων τὰ στελέχη. ἢ Γίγαντας τὸν σῖτον, ὃς τὰς ἀνθερίκας ἀντὶ δοράτων προβάλλεται, τὸ δὲ ἄχυρον | |
25 | ἀντ’ ἀσπίδος. ἐγέννησε δὲ καὶ τὰς Νύμφας τὰς ἐκ τῆς γῆς ἀναφυομένας βοτάνας. ἐτυμολογεῖται δὲ παρὰ τὸ νέας φαίνεσθαι, ἃς νύμφας μελιηδέας, ἤγουν ἐνηδόνους οἱ ἄν‐ θρωποι κατὰ γῆν ὀνομάζουσι. 188. μήδεα δ’ ὡς τὸ πρῶτον. οὐκ ἄλλως ἂν νοη‐ | |
30 | θείη τοῦτο ἢ οὕτως, ὥσπερ ἐξ ἀρχῆς εἰσεκομίσθη ὁ | |
σῖτος καὶ εἰς πλοῖα εἰσεβλήθη, οὕτως ἐφέρετο ἀνὰ τὸ | 381 | |
382 | πέλαγος πολὺν χρόνον. οἱ γὰρ ἔμποροι οὐκ ἄλλως τὸν σῖτον εἰς πλοῖα ἐνιᾶσιν, ἀλλ’ ὡς ἐπ’ ἄλλην χώραν μετα‐ κομίσαιντο. διὸ καὶ τὸ πολὺν χρόνον προσέθηκεν. εἰ μὲν γὰρ ἐπὶ τοῦ μύθου ἐτίθει, τὸ ἀεὶ προσέθηκεν ἄν. | |
5 | ἐπὶ δὲ τῆς ἀλληγορίας οὐκέτι ἀλλὰ πολὺν χρόνον, του‐ τέστι τοσοῦτον χρόνον φέρεται ἀνὰ τὸ πέλαγος, ὅσον μετακομισθῆναι δεήσει πρὸς ἄλλας χώρας. 190. ἀμφὶ δὲ λευκός. τρεφομένων τῶν ἀνθρώπων ὑπὸ τοῦ σίτου ἐξέρχεται ἀφρός, ἤγουν ἡ σπερμογόνος | |
10 | δύναμις, ἤτοι ὁ σπόρος τῶν ἀνδρῶν. ἀπὸ δὲ τούτου τρέ‐ φεται ἡ κόρη, ἤγουν αὐτὴ ἡ τοῦ ἔρωτος δύναμις, ἥν τινα τοῖς Κυθήροις λέγει πρῶτον πελάσαι, ἔπειτα τῇ Κύπρῳ, τοῖς Κυθήροις μὲν παρὰ τὸ ἔνδον κεύθεσθαι, ἤτοι κρύ‐ πτεσθαι ἔρωτα (πρῶτον μὲν γὰρ ἐρᾷ τις καὶ κρύπτει | |
15 | τὸν τοιοῦτον ἔρωτα ἐν ἑαυτῷ, εἶτα καὶ τὸ ποθούμενον, εἰ δυνατόν, ἐκπληροῖ), τῇ δὲ Κύπρῳ πελάσαι φησὶ παρὰ τὸ ποριστικὴν εἶναι τοῦ κύειν μετὰ τὸ ἀποτελεσθῆναι. ἢ Κυθήροις παρὰ τὸ κύω, τὸ γεννῶ. 194. ἀμφὶ δὲ ποίη. ποὺς λέγεται τὸ τελευταῖον | |
20 | μέρος τοῦ σώματος, οὐκ ἄλλοθεν ἐτυμολογούμενον ἢ παρὰ τὸ παύσω, εἰς ὃ μέρος ἀναπαύεται καὶ καταλήγει τὸ σῶμα. ὥσπερ γοῦν παντὸς τοῦ σώματος τέλος ὁ πούς, οὕτω καὶ πάσης φιλότητος τέλος ἡ συνουσία. ἐν τῷ τέλει οὖν καὶ τῇ ἐκπληρώσει τῆς συνουσίας μάρανσις γίνε‐ | |
25 | ται καὶ ἀπομαραίνεται τὸ τοιοῦτον, ὥσπερ καὶ ἡ βοτάνη. 200. φιλομηδέα. κατὰ μὲν τὸ μυθικὸν οὕτως ἐτυμολογεῖ ὁ ποιητής, καὶ οὐ χρεία καὶ ἡμᾶς ἐτυμολο‐ γεῖν τοῦτο. κατὰ δὲ τὴν ἀλληγορίαν οὕτως ἂν ἐτυμο‐ λογηθείη. δέον γὰρ ἐν μήδεσιν, ἤγουν ἐν βουλαῖς γί‐ | |
30 | νεσθαι τὰ τοιαῦτα, ἤγουν μετὰ σκέψεως καὶ ἐξετάσεως, | |
ἢ ὅτι φιλοῦσιν, ἤγουν εἰώθασιν οἱ ἄνθρωποι βουλευό‐ | 382 | |
383 | μενοι ἐκτελεῖν τὰ τοιαῦτα. ἐνθυμούμενοι γὰρ ὕστερον πράττουσιν. 201. τῇ δ’ Ἔρος ὡμάρτησε. ταύτῃ τῇ τεκνογόνῳ δυνάμει συνεκολούθησεν ὁ Ἔρως καὶ ὁ Ἵμερος. διαφέρει | |
5 | δὲ ἵμερος καὶ ἔρως. ἔρως μὲν γὰρ ὁ διὰ τῆς ὁράσεως μόνης γινόμενος πόθος, ἵμερος δὲ ἡ μετὰ τὴν ὅρασιν χρῆσις, καὶ τὸ τοῦ ὁραθέντος ἐπαπολαῦσαι. 203. ταύτην δ’ ἐξ ἀρχῆς τιμὴν. τοῦτο δὲ ἔλαβεν ἐξ ἀρχῆς· τὰς συνουσίας τῶν παρθένων, τοὺς γέλωτας, | |
10 | τὰς ἀπάτας, τὴν τέρψιν, τὴν μειλιχίην. δεῖ γὰρ τὸν ἐρῶντα καὶ πρᾶον εἶναι. 206. τοὺς δὲ πατήρ. πάλιν πρὸς τὸ ἐξ ἀρχῆς ἀνατρέχει καί φησιν, ὅτι τοὺς Κύκλωπας ἐκείνους, τὸν Κόττον, τὸν Βριάρεων καὶ τὸν Γύγην, ἤγουν τοὺς ἀνέ‐ | |
15 | μους ἐκάλεσε Τιτᾶνας παρὰ τὸ εἰς πάντα τὰ μέρη τῆς οἰκουμένης τετάσθαι. 211. Νὺξ δ’ ἔτεκε. ὅσα μὲν φυσικῶς ἐθεωρεῖτο καὶ πρὸς τοῦτο συνέτεινε, κατ’ ἀρχὰς εἶπε. νῦν δὲ πρὸς τὰ καθ’ ἡμᾶς ἔρχεται καί φησιν, ὅτι ἡ Νὺξ ἐγέννησε τὸν | |
20 | Μόρον, τὴν Κῆρα, τὸν Θάνατον. ἐπεὶ γὰρ ἀφανῆ καὶ ἄδηλα τὰ πεπρωμένα πᾶσίν εἰσι, διὰ τοῦτο εἶπεν, ὅτι ἡ Νὺξ ἐγέννησε ταῦτα. ὅτι δὲ Μόρον οὐχ ἁπλῶς τὸν θάνα‐ τον δηλοῖ, ἀλλὰ τὸ μεμορμένον καὶ πεπρωμένον, ἄκουσον Ὁμήρου· δέδοικα μὴ ὑπὲρ μόρον Ἀίδος εἴσω βήσομαι, | |
25 | μόρου νοουμένου τοῦ πεπρωμένου καὶ εἱμαρμένου. ἐγέν‐ νησε δὲ ἡ Νὺξ καὶ Κῆρα (ἀοράτως γὰρ αἱ κακώσεις πᾶσιν ἐπέρχονται) καὶ τὸν Θάνατον (καὶ τοῦτο δὲ οὕτως νοεῖται), καὶ τὸν Ὕπνον καὶ τοὺς Ὀνείρους, οὔτινι εὐνη‐ θεῖσα. ἡ νὺξ γὰρ ὕπνῳ καὶ τοῖς ὀνείρασιν ἀφώρισται. | |
30 | φῦλον δὲ ὀνείρων εἶπεν, ἐπεὶ οὐχ ἓν εἶδος ὀνείρων ἐστίν, ἀλλὰ διάφορα, διόπερ καὶ Ὅμηρος δύο πύλας ὀνεί‐ ρων φησὶ κερατίνην καὶ ἐλεφαντίνην, διὰ μὲν τῆς κερα‐ | |
τίνης τοὺς ἀληθεῖς φάσκων ἐξέρχεσθαι (ἀπὸ τοῦ κραίνω | 383 | |
384 | τὸ τελειῶ), διὰ δὲ τῆς ἐλεφαντίνης τοὺς ψευδεῖς καὶ ἀπα‐ τηλούς, ἀπὸ τοῦ ἐλεφαίρω τὸ ἀπατῶ. τὸ δὲ οὔτινι εὐνη‐ θεῖσα οὐκ ἄλλως ἂν πρὸς τοῦτο συμβιβασθείη, ἀλλ’ ἢ οὕ‐ τως, ὥσπερ τὰ μὴ ἐκ συναφείας γινόμενα τερατώδη τινὰ | |
5 | πέφυκε γίνεσθαι, οὕτως ἵνα δηλώσῃ τὸ φοβερὸν τῶν ὀνείρων, τοῦτο ἐπήγαγε τὸ μόνην τὴν νύκτα ταῦτα γεννῆσαι. 214. δεύτερον αὖ Μῶμον. πάλιν δὲ ἐγέννησε τὸν Μῶμον καὶ τὴν κακοπάθειαν· ἀφανῶς γὰρ καὶ οἱ μῶμοι | |
10 | καὶ αἱ καταλαλιαὶ καὶ αἱ κακοπάθειαι πᾶσιν ἐπέρχονται. 215. Ἑσπερίδας θ’ αἷς. ἐγέννησε δὲ ἡ Νὺξ καὶ τὰς νυκτερινὰς ὥρας, αἷς ὥραις διὰ φροντίδος εἰσὶ τὰ χρυσᾶ μῆλα, ἤγουν τὰ ἄστρα καὶ τὰ δένδρα τὰ φέ‐ ροντα καρπόν. σκοποῦμεν γάρ, ποίου ἀστέρος λάμπον‐ | |
15 | τος οὗτός ἐστιν ὁ καρπός, ποίου δὲ δύοντος οὗτος; διὰ γὰρ τοῦτο καὶ ὁ μῦθός φησι τὸν Ἡρακλέα τὰς Ἑσπερίδας ἀνῃρηκέναι, Ἡρακλέους ἐκεῖ νοουμένου τοῦ ἡλίου, παρὰ τὸ ἔαρος κλέος, Ἑσπερίδων δὲ τῶν τῆς νυκτὸς ὡρῶν. τοῦ γὰρ ἡλίου λάμψαντος, οὔτε νὺξ οὔτε ἀστέρες εἰσί. | |
20 | νοεῖται δὲ καὶ οὕτως. Ἑσπερίδας τὰς ἁπλῶς ὥρας φησί, καθ’ ἃς ὥρας φροντίζομεν, ποῖος ἀστὴρ φαίνει, ποῖος δὲ οὔ, καὶ ποίου ἀστέρος φαίνοντος οὗτος ὁ καρπὸς γίνε‐ ται, ποίου δὲ δύνοντος οὗτος; καὶ εἰ νοηθείη οὕτως, συνταχθείη καὶ οὕτως τὰ φέροντά τε τοῖς δένδρεσι καρ‐ | |
25 | πόν. ἐγέννησε δὲ καὶ τὰς Μοίρας καὶ τὰς Κῆρας, ἐπεὶ πάντα ἐσωματοποίουν οἱ Ἕλληνες, καὶ τὰς Μοίρας ἐσω‐ ματοποίουν καὶ ἀπὸ τῶν συμβαινόντων τὰ ὀνόματα ταύ‐ ταις ἐτίθουν. ἐπειδὴ γὰρ κλώθειν λέγεται τὸν μίτον μίτῳ συντιθέναι, διὰ τοῦτο καὶ Κλωθὼ λέγεται, διὰ τὸ | |
30 | τὰ συμβαίνοντα πᾶσι κεκλωσμένα εἶναι, ἤγουν δεδομένα καὶ εἱμαρμένα, Λάχεσις παρὰ τὸ ἐπιλαγχάνον τινὶ κλώ‐ | |
θειν, Ἄτροπος δὲ παρὰ τὸ ἄτρεπτον εἶναι τὸ μέλλον ἐπι‐ | 384 | |
385 | συμβῆναί τινι. καὶ ἀπὸ τῆς Ἀτρόπου δὲ πάντα παρα‐ λαμβάνεται. 220. αἵ τ’ ἀνδρῶν τε θεῶν τε. αἵ τινες διοικοῦσι πάντα τὰ τῶν ἀνδρῶν πράγματα καὶ τὰ τῶν στοιχείων. | |
5 | οἵως γὰρ ὡρίσθησαν ἐξ ἀρχῆς, οὕτω καὶ μένουσιν. ἐγέννησε δὲ καὶ τὴν Νέμεσιν. ἡμεῖς μὲν Νέμεσιν λέγο‐ μεν τὴν ἐπὶ ἀλόγῳ τινὶ συμβαίνουσαν μέμψιν, οὗτος δὲ τὸν φθόνον φησίν. ἐγέννησε δὲ καὶ τὴν Φιλότητα καὶ τὴν Ἀπάτην, ἀλλ’ οὐχ οἷαι τῆς Ἀφροδίτης εἰσίν. ἐκεῖ | |
10 | γὰρ Ἀπάτην ἀλλοίαν φησὶ τῇ Ἀφροδίτῃ παρέπεσθαι, ὅθεν καὶ Παφίαν αὐτὴν καλοῦσι παρὰ τὸ παφάσκειν, ἤγουν ἀπατᾶν. ἐνταῦθα δὲ οὐ τοιαύτην, ἀλλ’ ἐπειδὴ ἀπα‐ τῶντές τινα φιλίαν αὐτοῦ προσποιούμεθα, κρυπτῶς δὲ τοῦτο ποιοῦμεν καὶ ἀπατῶμεν· διὰ τοῦτο καὶ ἐν νυκτὶ | |
15 | ταύτην γεννηθῆναί φησιν. ἐγέννησε δὲ καὶ τὸ Γῆρας. κατ’ ὀλίγον γὰρ οἱ ἄνθρωποι μαραινόμενοι θνήσκουσιν. ἀδήλως δὲ καὶ τοῦτο ἐπισυμβαίνειν εἴωθεν. ἐγέννησε δὲ καὶ τὴν Ἔριν, ἡ δὲ Ἔρις ἐγέννησε τὸν Πόνον καὶ τὴν Λήθην, ἢ διότι, ἐὰν μετ’ εὐεργέτου τις ἐρίσῃ, ἐπιλαν‐ | |
20 | θάνεται τῶν ἐκείνου εὐεργεσιῶν, ἢ οὗτος παρ’ ἐκείνου ἐπιλανθάνεται, τὸν Λιμόν τε, εἴωθε γὰρ ἐν ᾗ ἂν θέρος πόλει ἐπέλθοι, λιμὸν τοῖς ἐγχωρίοις ἐπάγειν. ἐγέννησε δὲ καὶ τὰς Μάχας, τὰς Φιλονεικίας, τοὺς ψευδεῖς Λόγους, τὰς Ἀντιλογίας, τὴν Δυσνομίαν. καὶ γὰρ νόμος ἐστὶ τὸ | |
25 | μὴ φονεύειν. οἱ ἐρίζοντες γοῦν καὶ φονεύουσι, καὶ διὰ τοῦτο δυσνομίαν ἐργάζονται, ἤγουν κακῶς χρῶνται τῷ νόμῳ. ἐγέννησε δὲ καὶ τὸν Ὅρκον, ὅς τις πλεῖστα τοὺς ἐπιορκήσαντας βλάπτει. οἱ ἐρίζοντες γὰρ πολλάκις μὲν ὀμνύουσι καὶ κατ’ ὀλίγου προβαίνει ἐπὶ μεῖζον. καὶ | |
30 | τοῦτο δηλοῦντες καὶ οἱ παλαιοὶ τὴν Ἔριν ἔγραφον πρῶ‐ | |
τον μὲν μικράν, ἔπειτα δὲ κατ’ ὀλίγον αὐξανομένην. | 385 | |
386 | πάντα δὲ ὅσα εἶπε τὴν Ἔριν γεννῆσαι, εἰώθασιν ἐπὶ φιλο‐ νεικιῶν συμβαίνειν. 233. Νηρέα δ’ ἀψευδέα. ἡ θάλασσα δὲ ἐγέννησε τὸν Νηρέα, ἤγουν τὴν νῆξιν αὐτὴν τὴν ἐν τῇ θαλάσσῃ, | |
5 | τὴν ἀψευδέα καὶ ἀληθῆ· οὐ διαψεύδεται γὰρ τὴν ἑαυτοῦ ἐνέργειαν, ἀεὶ γὰρ τὰς ἀναθυμιάσεις ἀναπέμπει. τὸ ἀψευδῆ δὲ καὶ ἀληθῆ διαφέρει. ἀψευδὴς γὰρ λέγεται ὁ μὴ τοῖς ψεύδεσι πειθόμενος, ἀληθὴς δὲ ὁ καὶ τοῖς ψεύδεσι μὴ πειθόμενος, ἀλλὰ τἀληθῆ λέγων. ἐγέννησε δὲ τοῦτον | |
10 | πρεσβύτατον τῶν παίδων. τοῦτο δὲ λέγει διὰ τὸ εἰρη‐ κέναι ἐξ ἀρχῆς πρῶτον εἶναι τὸ ὕδωρ. 235. οὐδὲ θεμίστεων λήθεται. οὐ γὰρ παρέρχε‐ ται ἡ θάλασσα τὰ ἑαυτῆς ὅρια. 237. αὖτις δὲ Θαύμαντα. ἐγέννησε δὲ καὶ τὸν | |
15 | Θαύμαντα, ἤτοι αὐτὰς τὰς ἀναθυμιάσεις παρὰ τὸ θαμὰ γίγνεσθαι. ἐγέννησε δὲ καὶ τὸν αὐθάδη Φόρκυνα, αὐτὴν δηλονότι τὴν κυματώδη φοράν. διὸ καὶ τὸ ἀγήνορα προσέθηκεν. ἐγέννησε δὲ τοῦτον, μισγόμενος τῇ γῇ, καὶ γὰρ τοῦ ὕδατος τὴν γῆν πλήττοντος καὶ ἀντιπληττομένου | |
20 | συμβαίνει τοιαῦτα γίνεσθαι. 238. καὶ Κητώ. καὶ διὰ τούτου παρεμφαίνει τὸ βάθος αὐτοῦ. 239. Εὐριβίην τε. τὴν δύναμιν τοῦ ὕδατος τὴν ἀκαταπόνητον. | |
25 | 240. Νηρῆος δὲ γένοντο. ἐνταῦθα τὰ τῶν τοῦ Νηρέως τέκνων ὀνόματα ἔπλασεν, ἢ ἀπὸ τῶν εἰωθότων ἐν τῇ θαλάσσῃ γίνεσθαι, ἢ ἀφ’ ὧν ποιοῦσιν ἢ πυνθά‐ νουσιν οἱ ναυτίλοι. ἀπὸ τοῦ Νηρέως δέ φησιν, ἤγουν τῆς νήξεως, καὶ Δωρίδος τῆς ἠυκόμοιο, ἤγουν τοῦ | |
30 | πλοίου, ἐγένοντο πολλὰ τέκνα. δόρατα γὰρ οἱ παλαιοὶ τὰ ξύλα ἐκάλουν, ὡς καὶ Ὅμηρος λέγει, τὸ δὲ δῶ ὑπὸ | |
τῶν Ἀττικῶν ἐκτεινόμενον μέγα γράφεται. ἠύκομον δὲ | 386 | |
387 | ταύτην λέγει διὰ τὸ τῶν ξύλων μῆκος. τοῦ τελήεντος. ἡ γὰρ τοῦ ὕδατος ὑγρότης αὔξει πάντα καὶ τελειοῖ. ἐγί‐ νοντο γοῦν αὗται θυγατέρες· Πρωτὼ διὰ τὸ πρῶτον πάν‐ των, ὥς φησιν οὗτος, ἐφεστάναι τὸ ὕδωρ, Εὐ‐ | |
5 | κράτη διὰ τὸ χρείαν εἶναι τῆς εὐκρασίας τοῖς ναύ‐ ταις, Σαὼ διὰ τὸ χρείαν εἶναι σωτηρίας τοῖς ναύταις, Ἀμφιτρίτη διὰ τὸ ἀμφιρρεπὲς τῆς τύχης (ἢ γὰρ ἐπὶ ζωῇ ἢ ἐπὶ θανάτῳ ἐκπλέουσι καὶ οἱονεὶ ἐν τρυτάνῃ εἰσίν), Εὐδώρη διὰ τὴν ἀντικατάλλαξιν τὴν τοῖς ἐμπόροις | |
10 | γινομένην, Θέτις δὲ διὰ τὴν συγκατάθεσιν τὴν εἰς τὸ πλεῖν (συγκαταθεμένων γὰρ τῶν ναυτῶν γίνεται πλοῦς), Γαλήνη διὰ τὸ χρείαν εἶναι γαλήνης τοῖς ναύταις, Γλαύκη διὰ τὸ λευκὸν τοῦ ὕδατος, Θαλίη διὰ τὸν ἐπιγινόμενον τοῖς ἐμπόροις πλοῦτον, Μελίτη διὰ τὸ γλυκὺ τοῦ κέρδους, | |
15 | Εὐλιμένη διὰ τὸ χρείαν λιμένων εἶναι τοῖς πλέουσι, Δωτὼ διὰ τὰς δωτίνας καὶ ἀντικαταλλάξεις, Κυμοθόη διὰ τὸ τῶν κυμάτων ταχύ, Σπειὼ διὰ τὸ τοὺς πλέοντας πολλά‐ κις καὶ σπηλαίοις ἐντυγχάνειν, Θόη διὰ τὴν θεῦσιν τὴν ἐπὶ τοῦ ὕδατος, Ἀγαυὴ διὰ τὸ χρείαν εἶναι καὶ συνέσεως | |
20 | τούτοις, Πρωτὼ διὰ τὸ καὶ τὴν εἱμαρμένην τούτοις ἀκολουθεῖν, Φέρουσα διὰ τὴν φορὰν τοῦ ὕδατος, Δυνα‐ μένη διὰ τὴν ἰσχὺν τούτου, Νησαίη διὰ τὸ νήσοις προσ‐ πελάζειν τοὺς πλέοντας καὶ ἀκταῖς, ἀφ’ οὗ καὶ Ἀκταίη, Πρωτομέδεια διὰ τὸ χρείαν εἶναι πρό τινος ἄλλου φρον‐ | |
25 | τίζειν, πῶς δεῖ πλέειν, Δωρὶς διὰ τὰ δῶρα, ἅπερ διδόασι καὶ λαμβάνουσι, Πανόπη διὰ τὸ τοὺς πλέοντας πανταχοῦ ἐποπτεύειν καὶ βλέπειν, Γαλάτεια διὰ τὸν ἐπι‐ γινόμενον ἀφρόν, Ἱπποθόη διὰ τὴν εἰς ὑπερβολὴν θεῦ‐ σιν τοῦ ὕδατος, Ἱππονόη διὰ τὸ δίκην ἵππων θέειν τὴν | |
30 | νῆα, Κυμοδόκη διὰ τὸ δέον εἶναι τοὺς ναύτας τὰ κύματα | 387 |
388 | δέχεσθαι, Κυμὼ διὰ τὰ κύματα, Ἠϊόνη διὰ τοὺς αἰγια‐ λούς, Ἁλιμήδη διὰ τὸ χρείαν εἶναι βουλεύσεων ἐν τῇ θα‐ λάσσῃ, Γλαυκονόμη διὰ τὸ τοιοῦτον χρῶμα τοῦ ὕδατος, Ποντοπόρεια διὰ τὸ τὸν πόντον περᾶν, Λειαγόρη διὰ τὸ | |
5 | τοὺς ὠνουμένους τι ἀπὸ τούτων λείως ἀγορεύειν πρὸς τούτους, ὡσαύτως καὶ τὸ Εὐαγόρη, Λαομέδεια διὰ τὸ φροντίζειν δεῖν τοῦ λαοῦ, Πολυνόμη διὰ τὸ πολλὰς νομὰς ἔχειν, Αὐτονόη διὰ τὸ αὐτεξούσιον τῆς τοῦ πλοίου φορᾶς (ἀφ’ ἑαυτοῦ γὰρ νέει), Εὐάρνη διὰ τὸ ἄρνυσθαι καὶ | |
10 | ἀντικαταλλασσέσθαι, Ψαμάθη διὰ τὰς ψαμάθους, Μελα‐ νίππη διὰ τὴν μονὴν τὴν ἐν αὑτῇ (οὐ πάντοτε γὰρ πλέουσι), Νησὼ δι’ ὃν εἴπομεν λόγον, Εὐπόμπη διὰ τὸ εὖ πέμπεσθαι, Θεμιστὼ δι’ ὃν εἴπομεν λόγον εἰς τὰς θέμιστας, Προνόη διὰ τὸ τοὺς προνοουμένους ἀνθρώπους | |
15 | ταῦτα ποιεῖν, Νημερτής, ἤγουν ἡ κολύμβησις, ἥτις ὁμοία ἐστὶ τῷ πατρί (οὐδέποτε γὰρ ἐπιλείπει). 265. Θαύμας. ἡ δὲ ἀναθυμίασις μιγεῖσα τῇ Ἠλέκτρᾳ δηλονότι τῇ τοῦ ἡλίου λαμπηδόνι, ἐγέννησε τὴν Ἶριν, τὸ τόξον, (τὴν ὠκείαν διὰ τὸ ταχέως καὶ γίνεσθαι καὶ | |
20 | λύεσθαι). ἐγέννησε δὲ καὶ τοὺς ἀνέμους (ἀπὸ γὰρ ξηρῶν ἀναθυμιάσεων οἱ ἄνεμοι γίνονται)· Ἀελλώ, ἐπίθετον τῶν ἀνέμων (οὐ πάντοτε γὰρ ἱλαρὸς ἐπιγίνεται ἄνεμος, ἀλλὰ καὶ καταιγίδες πολλαί)· Ὠκυπέτη διὰ τὸ ταχὺ τῶν ἀνέμων. 270. Φόρκυνι δ’ αὖ Κητώ. ἡ Κητὼ δὲ συνελθοῦσα | |
25 | τῷ Φόρκυνι ἐγέννησε τὰς Γραίας, δηλονότι τοὺς ἀφρούς. τοῦτο δὲ εἶπε διὰ τὸ μὴ πάντοτε πλησίον τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς βάθεσι γίγνεσθαι τοὺς ἀφρούς. καλλιπαρῄους διὰ τὸ λευκὸν εἶπεν. ἐκ γενετῆς πολιάς· ἅμα γὰρ τῇ γεν‐ νήσει λευκαίνονται. ἐπίθετα καὶ τὰ ὀνόματα τοῖς ἀφροῖς· | |
30 | [Πεφρηδώ] καὶ Πεφρηδὼ μὲν λέγεται ἡ διὰ τοῦ γι‐ | 388 |
389 | νομένου ἀφροῦ εὐδία, ᾗ οἱ ναῦται εὐφραίνονται, τοῦ π πλεονάζοντος, Ἐνυὼ διὰ τὸ μάχιμον τούτου, πολλάκις γὰρ γίνεται αἴτιος καταιγίδων. ἐγέννησε καὶ τὰς Γορ‐ γόνας πέραν τοῦ κλειτοῦ Ὠκεανοῦ, ἤγουν τοῦ ὕδατος. | |
5 | Γοργόνας δὲ τὰς ἀναθυμιάσεις φησίν, ἴσως διὰ τὸ γορ‐ γὸν τούτων. ἐσχατιῇ πρὸς νυκτός, ἤγουν αὐγαζούσης ἡμέρας. τὸ ἔσχατον γὰρ τῆς νυκτὸς ἡ αὐγή ἐστιν, ὅπου ἐν τῷ ἐσχάτῳ τῆς νυκτός εἰσιν αἱ Ἑσπερίδες, ἤγουν αἱ τῆς νυκτὸς ὧραι, ὡς προέφημεν. αἱ λιγύφωνοι. εἴωθε γὰρ | |
10 | κατὰ ταύτην τοὺς ἀνέμους ὀξέως πως καὶ ἠρεμαίως προσπνέειν. ἐπιτίθησι δὲ καὶ ταῖς ἀναθυμιάσεσιν ὀνόματα. καὶ τῶν μὲν ποταμίων ὑδάτων Σθενὼ ὀνομάζει διὰ τὸ ἰσχυρὸν καὶ θρεπτικόν, Εὐρυάλην δὲ ἀπὸ τοῦ εὐρὺ τοῦ ἁλός, Μέδουσαν τὴν τῆς γῆς ἀναθυμίασιν, ἧ τινι με‐ | |
15 | δόμεθα καὶ φροντίζομεν. ποία δὲ Μέδουσα; ἡ χαλεπὰ παθοῦσα διὰ τὸ μὴ πάντοτε τὰς ἐκ τῆς γῆς ἀνατελεῖσθαι ἀναθυμιάσεις, ἐπιλειψάσης τῆς ἐν αὐτῇ ὑγρότητος. 277. ἡ μὲν ἔην θνητή. ἤγουν οὐ πάντοτε ἡ τῆς γῆς ἀναθυμίασις γίνεται, αἱ δὲ δύο, αἱ τῶν λιμναίων | |
20 | ὑδάτων καὶ τῶν θαλασσίων, ἀθάνατοι πάντοτε γίνονται. τῇ δὲ τῆς γῆς ἀναθυμιάσει συνῆλθεν ὁ Ποσειδῶν, ἤγουν ἡ ὑδατώδης ὑγρότης, ἐν μαλακῷ λειμῶνι. ὅτι δὲ τὴν τῆς γῆς ἀναθυμίασιν οὐκ ἄλλην ἀλλὰ τὴν Μέδουσάν φησιν, ἐπιφέρει τοῦτο, ὅτι οὐκ ἄλλοθεν εἴωθεν ἐπισυμβαίνειν, | |
25 | εἰ μὴ ἐξ ὑγρότητος ἐπιγινομένης τῇ γῇ ἐν ταῖς λει‐ μῶσιν. ὁπότε δὲ ταύτης τῆς Μεδούσης τὴν κεφαλήν, ἤγουν τῆς γηΐνης ἀναθυμιάσεως τὴν ἐπιφάνειαν, ὁ Περ‐ | |
σεύς, ἤγουν ὁ ἥλιος, ἀφείλετο, ἐπήδησεν ὁ Πήγασος ἵππος | 389 | |
390 | καὶ ὁ Χρυσάωρ, δηλονότι οἱ ἄνεμοι καὶ αἱ ἀστραπαί. Περσεὺς δὲ ἐτυμολογεῖται παρὰ τὸ περισσῶς σεύειν καὶ ὁρμᾶν, Πήγασος δὲ παρὰ τὸ πηδᾶν. κατὰ ἀλληγορίαν δὲ Χρυσάωρ παρὰ τὸ χρυσῷ ἐοικέναι. καὶ ὁ μὲν ἥλιος | |
5 | ἀφεὶς τὴν γῆν, τὴν μητέρα τῶν μήλων, δηλονότι τῶν ἀστέρων, ἵκετο εἰς τὸν οὐρανόν· μητέρα δὲ μήλων, ἤγουν ἀστέρων, τὴν γῆν φησιν, ἐπεὶ οἱ παλαιοὶ καὶ τοὺς ἀστέρας τρέφεσθαι ἀπὸ τῶν ποταμίων ὑδάτων ἐδόξαζον. ἐπεὶ γοῦν οἱ ποταμοὶ περὶ τὴν γῆν, διὰ τοῦτο μητέρα τῶν ἀστέρων | |
10 | ταύτην φησί. 287. Χρυσάωρ δ’ ἔτεκε. ἄνωθεν εἰπὼν Χρυσάορα τὴν ἀστραπὴν νῦν τὴν φύσιν αὐτῆς δηλοῖ τῆς ἀστραπῆς. ἀστραπὴ γάρ ἐστι πνεῦμα, ὅπερ πυρούμενον ἐν νέφει, ῥήσσει τοῦτο καὶ ἔξεισιν. ὁ Χρυσάωρ οὖν, αὐτὴ δηλονότι | |
15 | ἡ φύσις τῆς ἀστραπῆς, ἐγέννησε τὸν τρικέφαλον Γηρυόνην, ἤτοι τὸν χειμῶνα, ὃν τρικέφαλον εἶπεν, ἐπειδὴ τρισὶ μησὶ περιγράφεται, ἢ ἐπειδὴ τῷ χρόνῳ τρία ταῦτα παρέπεται, ὁ ἐνεστώς, ὁ παρεληλυθώς, καὶ ὁ μέλλων. [μέρος δὲ καὶ οὗτος τοῦ χρόνου κατὰ τοῦτο ἂν τρικέφαλος νοηθείη, | |
20 | ἤγουν τὸ ἐνεστὼς ἔχων, τὸ παρεληλυθὸς καὶ τὸ μέλλον.] ὅν τινα χειμῶνα Γηρυόνην φησὶ διὰ τὸ ἐν χειμῶνι βοάς τινας καὶ ὄχλους ἀφίεσθαι καὶ ἤχους (γῆρυς γὰρ ἡ φωνή), ὃν Γηρυόνην, ἤγουν χειμῶνα, ἐφόνευσεν ὁ Ἡρα‐ κλῆς, ἤγουν ὁ ἥλιος, ὁ τοῦ ἀέρος ὢν κλέος ἢ τὸ ἔαρ | |
25 | αὐτὸ τὸ τὸν ἀέρα κλεΐζον. ἔκτεινε δὲ παρὰ τοῖς βουσὶ τοῖς εἰλιπόδεσσιν ἐν τῇ πάντοθεν περιρρεομένῃ Ἐρυθείῃ, ἤγουν παρ’ αὐτῇ τῆς τοῦ ἀέρος θεύσει. παρὰ τοῖς βου‐ σίν, ἤτοι ταῖς βρονταῖς. ἐπεὶ γὰρ παρὰ ταῖς ποιηταῖς εὑρίσκεται ὁ τῆς βροντῆς ἦχος λεγόμενος μυκηθμός, παρὰ | |
30 | τοῦτο οὕτως νοοῖντο βόες αἱ βρονταὶ καὶ τὰ νέφη. 293. Ὄρθον τε κτείνας. ἤγουν κρατήσας ὁ ἥλιος | |
τὴν ἔγερσιν καὶ ἐπανάστασιν τῶν νεφῶν καὶ τὸν Εὐρυ‐ | 390 | |
391 | τίωνα, ἤτοι αὐτὴν τὴν τῶν ὑδάτων ῥεῦσιν, κτείνας. ποῦ δέ; ἐν τῷ σταθμῷ τῷ ἠερόεντι, ἤγουν ἐν τῷ οὐρανῷ, ἤτοι τῷ ἀέρι, ὃν σκοτεινὸν μὲν εἶπε διὰ τὸ φύσει εἶναι τοιοῦτον. ζοφώδη δὲ σταθμὸν διὰ τὸ μὴ μεταβαίνειν ἀπὸ | |
5 | τόπου εἰς τόπον, ἀλλ’ ἐν τῷ αὐτῷ ἵστασθαι. 295. ἣ δ’ ἔτεκ’ ἄλλο πέλωρον. αὕτη δὲ ἡ Κητώ, ἤγουν ἡ ὑγρότης, περιλειφθεῖσα τῷ βάθει, ἐγέννησεν ἄλλο μέγιστον θαῦμα, μήτε θεοῖς μήτ’ ἀνθρώποις ἐοικός, τὴν Ἔχιδνάν φησιν, ἤγουν τὰ δένδρα, ἃ οὔτε θεοῖς ὅμοια | |
10 | πέφυκε (φθείρεται γάρ), οὔτε ἀνθρώποις, πλείονα γὰρ χρόνον τῶν ἀνθρώπων ἵστασθαι δύνανται ἐν τῇ γῇ. ἐγέννησε δὲ ταύτην ἡ ὑγρότης ἐν σπηλαίῳ γλαφυρῷ, ἤγουν τῷ κοιλώματι τῆς γῆς, ἥμισυ μὲν οὖσαν νύμφην, ἤτοι θρεπτικὴν καὶ νέους φαίνεσθαι ποιοῦσαν ἡμᾶς, συνεπινοου‐ | |
15 | μένων τοῖς δένδρεσι τῶν καρπῶν, τὸ ἥμισυ δὲ ὄφιν διὰ τὰς τῶν ῥιζῶν ἑλίξεις. ὠμηστήν, ὠμὸν ἐσθιόμενον. οἱ γὰρ τῶν δένδρων καρποὶ ὠμοὶ ἐσθίονται. 304. ἣ δ’ ἔρυτ’ εἰν Ἀρίμοισιν. αὕτη δὲ ἡ Ἔχιδνα, ἤγουν αἱ ῥίζαι, τῶν δένδρων συνεπινοουμένων καὶ τῶν | |
20 | καρπῶν, φυλάττονται ἐν τοῖς Εἰναρίμοις, ἤγουν ἐν τῷ ἐαρινῷ καιρῷ. 306. τῇ δὲ Τυφάονα. ἐντεῦθεν οὐκέτι περὶ ὧν ἔλεγε διεξέρχεται, ἀλλὰ περὶ τὰ καθ’ ἡμᾶς διατρίβη, καί φησιν, ὅτι τῇ Ἐχίδνῃ, ἤγουν τῇ τῶν καρπῶν ἀφθόνῳ | |
25 | ἀπολαύσει, συνελθὼν ὁ Τυφών, ἤτοι ἡ θερμότης τοῦ ἔρωτος, ἡ ἐν ἡμῖν οὖσα, (ἐτυμολογουμένου τοῦ ὀνόματος ἀπὸ τοῦ τύφω τὸ καίω), ἐγέννησε πρῶτον μὲν τὸν Ὄρθον, ἤγουν αὐτὴν τὴν κίνησιν τὴν εἰς τὰ πάθη, ὃν ὁ σοφώτατος Ὅμηρος ὀρόθυνσιν λέγει, μετὰ ταῦτα γεννᾷ | |
30 | καὶ τὸν Κέρβερον, ἤτοι τὴν κάκωσιν καὶ τὸ βάρος τοῦ | |
κέαρος, ἤγουν τῆς ψυχῆς. Ἀίδεω κύνα. παρὰ τὸ σκότον | 391 | |
392 | ἐμποιεῖν τῇ ψυχῇ. πεντηκοντακέφαλον. πολλὰς γὰρ ἀρχὰς κέκτηται. 313. τὸ τρίτον Ὕδρην. μετὰ ταῦτα τὴν ὕδραν ἐγέννησεν, αὐτὸν δηλαδὴ τὸν ὑδαρὸν καὶ ἔκλυτον βίον | |
5 | τὸν κακὰ ποιοῦντα, ὃν ἐξεθρέψατο ἡ Ἥρα, ἤτοι ὁ ἔρως ὁ ἀεὶ μαχόμενος τοῖς ἐρῶσι κλέους βροτοῖς. ἀντίκειται γὰρ ὁ σεμνὸς βίος τῷ ὑδαρῷ καὶ ἐκλύτῳ. αὐτὴν μέν, τοῦτον τὸν ἔκλυτον βίον, ἔκτεινεν, ἤγουν ἐνίκησεν ὁ Ἡρα‐ κλῆς, ὁ σεμνὸς δηλαδὴ καὶ κλέους ἐρῶν ἄνθρωπος, ὁ | |
10 | υἱὸς τοῦ Διός, ὁ κουφιζόμενος τῷ Διί, ἤτοι τῷ νοΐ. ἐνίκησε δὲ ταύτην σὺν τῷ Ἰολάῳ, ἤγουν σὺν ἰότητι καὶ βουλῇ, βουλαῖς τῆς Ἀθηνᾶς (ἤγουν τῆς φρονήσεως). συμ‐ βαίνει γὰρ πολλάκις τινὰς τῶν καταπεσόντων ἀνίστασθαι καὶ μὴ ἀεὶ νικᾶσθαι ὑπὸ τῆς ῥᾳθυμίας. | |
15 | 319. ἣ δὲ Χίμαιραν ἔτεκεν. ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν, αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, τὴν πῦρ πνέου‐ σαν (ἡ γὰρ ἀναίδεια πυρὸς δραστικωτέρα ἐστίν), ἧς χι‐ μαίρας, ἤγουν ἀναιδείας τρεῖς ἦσαν κεφαλαί, μία δράκον‐ τος, μία λέοντος, ἑτέρα χιμαίρας. διὰ τοῦ εἰπεῖν τρεῖς | |
20 | εἶναι κεφαλὰς αὐτῆς ἐδήλωσε τὴν παμμιγῆ πολυπλήθειαν τῶν κακῶν, τὴν ἐπισυμβαίνουσαν τῷ βίῳ τῷ τοιούτῳ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν λέοντος τὸ πρὸς ὃ ἂν βούλοιτο εὐκίνητον ὑποσημαίνει (τοιοῦτον γὰρ καὶ τὸ θηρίον εὐ‐ κινητότατον πέφυκε καὶ τὸ θερμὸν πρὸς τὰ πάθη, οἷον | |
25 | καὶ τὸ ζῶόν ἐστι, καὶ τὸ ἰσχυρὸν καὶ ἄλλα τοιαῦτα), διὰ δὲ τοῦ δράκοντος εἰπεῖν τὸ μὴ δύνασθαι τὸν νενευκότα πρὸς τὰ πάθη ὅλως ἀνανεύειν ποτέ, ἀλλὰ κάτω κεχη‐ | |
νέναι περὶ τὴν γῆν (τοιοῦτον δὲ καὶ τὸ ζῶον τοῦτό | 392 | |
393 | ἐστι, καὶ ἀλλ’ ἄττα διάφορα, ἃ διὰ τὴν πολυπλήθειαν τέως νῦν παρεάσομεν). προηγεῖται οὖν τούτων τὸ πρὸς τὰ πάθη θερμόν, κεφάλαιον δὲ ἡ ἀναίδεια, ἢν χίμαιραν εἶπεν, ὄπισθεν δὲ ἡ πρὸς τὰ κάτω ῥοπή. ἣν χίμαιραν, | |
5 | αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, ἀνεῖλεν ὁ Πήγασος ὁ Βελ‐ λεροφόντης, ὁ τῶν κάτω καταφρονῶν ἄνθρωπος δηλαδή, καὶ οἷον ὑπερπηδῶν. Βελλεροφόντην δέ φησι τὸν φονεύοντα τὰ κακά (βέλλερα γὰρ τὰ κακὰ λέγονται παρὰ τοῖς Ἰτα‐ λοῖς)· ὑπερενίκησε γὰρ ταῦτα ὁ τοιοῦτος ἄνθρωπος ὁ | |
10 | οἷον ὑπερπηδῶν τὴν γῆν καὶ τὰ κακὰ ἀναιρῶν. —ἀλλ’ ἰτέον πάλιν ἐπὶ τὰ ἐξ ἀρχῆς καὶ θεωρητέον, εἴπερ καὶ ἄλλως νοοῖντο. 295. ἣ δ’ ἔτεκ’ ἄλλο πέλωρον. αὕτη ἡ Κητὼ ἐγέν‐ νησε τὴν Ἔχιδναν, αὐτὰς δηλαδὴ τὰς ἀτμίδας τὰς ἐκ τῆς | |
15 | θαλάσσης ἀναγομένας, ἃς οὐδὲν ἐοικυίας, οὔτε θεοῖς οὔτε ἀνθρώποις φησί, διὰ τὸ μήτε μένειν ἐπὶ τοῦ αὐτοῦ, ἀλλὰ ταχέως κατέρχεσθαι καὶ διὰ τὸ θρεπτικὸν ἡμῶν εἶναι. ἐγέννησε δὲ ταύτην ἐν τῷ γλαφυρῷ σπηλαίῳ, ἤτοι τῷ οὐρανῷ. γλαφυρὸν γὰρ κυρίως τὸ γεγλυμμένον λέγεται. | |
20 | τοιοῦτος δέ ἐστι καὶ ὁ οὐρανός. —ἥμισυ μὲν νύμφην, διὰ τὸ θρεπτικὸν ταύτην φησὶ νύμφην. —ἥμισυ δ’ αὖτε ὄφιν, διὰ τὴν σφοδρὰν ἄναξιν τῶν ἀτμίδων, οἷος καὶ ὁ ὄφις ἐστίν, ἢ διὰ τὸ καταρρέειν τοὺς ποταμοὺς ὥσπερ τὸν ὄφιν. ποικίλον δὲ διὰ τὴν τῶν ὑδάτων δια‐ | |
25 | φοράν. 304. ἣ δ’ ἔρυτ’ εἰν Ἀρίμοισιν. αἵ τινες ἀτμίδες ἐν τῷ ἔαρι κωλύονται φέρεσθαι κατὰ γῆς. —ἀθάνατος νύμφη, διὰ τὸ μὴ πάντας τοὺς ποταμοὺς τοὺς ἐκ τῶν κατερχομένων γινομένους ὑδάτων ἐκλείπειν, κἂν ἑνὶ | |
30 | τοῦτο ἐπισυμβῇ. | |
306. τῇ δὲ Τυφάονα. ταύταις δὲ ταῖς ἀτμίσι, μιχθέν‐ | 393 | |
394 | των τῶν καταιγιδώδων πνευμάτων γεννᾶται ἡ τῶν βροντῶν καὶ τῶν νεφῶν ὀρόθυνσις, ἤτοι διάγερσις, ἣν τοῦ Γη‐ ρυόνου, ἤτοι τοῦ χειμῶνος κύνα καλεῖ. γεννᾶται δὲ καὶ ὁ Κέρβερος, ἤτοι ἡ τοῦ ἀέρος σκότωσις, τοῦ ἡλίου ἐπικρυ‐ | |
5 | πτομένου, παρὰ τὸ τοῦ ἀέρος βάρος εἶναι. Ἀίδεω δὲ κύνα. διὰ τὸ σκοτεινὸν τοῦτό φησι. γεννᾶται δὲ καὶ ἡ Ὕδρα, ἤτοι ἡ τῶν ὑδάτων φορά, ἣν ἐξεθρέψατο ὁ ἀὴρ ὁ μαχόμενος, ἤτοι ἐναντίος ὤν, τῷ ἡλίῳ. ὁ μὲν γὰρ ἥλιος φαεινός, ὁ δὲ ἀὴρ σκοτώδης καὶ ἐναντίος τούτου ἐστίν. | |
10 | ἣν Ὕδραν, ἤγουν φορὰν τῶν ὑδάτων (ἥτις περὶ τὸν ἀέρα συμβαίνειν εἴωθεν), ἐπέσχεν ὁ Ἡρακλῆς, ἤτοι ὁ ἥλιος, ὁ τοῦ ἀέρος ὢν κλέος, ὁ υἱὸς τοῦ Διός, ἤτοι ὁ ὅμοιος τῷ αἰθέρι· πυρώδεις γὰρ ἀμφότεροι. ἐπέσχε δὲ σὺν τῷ Ἰολάῳ, ἤτοι τῷ τοῦ ἀέρος καιρῷ, καθ’ ὃν πάρεστι λάειν | |
15 | καὶ βλέπειν τοὺς λαοὺς τὰ ἴα. τῷ ἀρηιφίλῳ, καθ’ ὃν εἰώθασιν οἱ πόλεμοι γίνεσθαι. ἐπέσχε δὲ συνεπινευούσης τῆς Ἀθηνᾶς, ἤτοι τῆς γῆς τῆς πάντα θηλαζούσης, τῆς ἀγελείας, τῆς τὰς ἀγέλας τρεφούσης. 319. ἣ δὲ Χίμαιραν. ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν, | |
20 | ἤτοι τὸν χειμερινὸν καιρόν, οὗ τρεῖς εἰσι κεφαλαί, ἡ πρὸς τὸ θέρος ἐγγύτης, ἣν λέοντά φησι διὰ τὸ μετέχειν θερ‐ μότητος, ἡ ἀκμὴ τοῦ χειμῶνος, ἣν δράκοντά φησι διὰ τὸ ῥαγδαίαν καταφορὰν γίνεσθαι τῶν ὑδάτων, ἡ μεσό‐ της τοῦ χειμῶνος, ἣν χίμαιραν εἶπε. πνέουσαν πῦρ διὰ | |
25 | τὸ μᾶλλον ἡμᾶς ἐν ταύτῃ δέεσθαι τοῦ πυρὸς θερμαίνοντος· ἣν ὁ Πήγασος, ἤγουν ὁ ἥλιος, ἀνεῖλε καὶ ὁ Βελλεροφόν‐ της, ἡ δύναμις δηλαδὴ τοῦ ἡλίου, ἡ τὰ φερόμενα βέλη ἀναιροῦσα. 326. ἣ δ’ ἄρα. αὕτη δὲ ἐγέννησε τὴν Σφίγγα, ἤτοι | |
30 | τὴν σφίγξιν τὴν ἐπὶ τῷ κρύει γινομένην. ἐγέννησε δὲ εἰς ὄλεθρον τῶν Καδμείων, ἤγουν τῶν καμνόντων ἀνθρώ‐ | |
πων, συνελθοῦσα τῷ Ὄρθῳ, ἤτοι τῇ τῶν ὑδάτων κατα‐ | 394 | |
395 | φορᾷ καὶ τῇ τῶν νεφῶν καὶ τῶν βροντῶν διεγέρσει. καὶ τὸν λέοντα τὸν Νεμεαῖον, ἤτοι τοὺς παγετούς, οὓς λέοντα μὲν διὰ τὸ ἰσχυρόν, Νεμεαῖον δὲ διὰ τὸ ἐπὶ πολὺ νέμεσθαι εἶπεν. ὃν παγετὸν ἐποίησεν ὁ ἀὴρ εἰς βλάβην τῶν νε‐ | |
5 | μομένων καὶ διοικουμένων ἀνθρώπων, ὅπου ὁ παγετὸς ἀπατᾷ τοὺς ἀνθρώπους. πολλάκις γάρ τινες οἰηθέντες ἀρ‐ ραγῆ τοῦτον ἔχειν τὴν σύμπηξιν καὶ διαπερῶντες, διαρ‐ ραγέντος τοῦ παγετοῦ, εἰς τὸ βάθος κατέδυσαν. ποῖος δὲ παγετός; ὁ γινόμενος περὶ τὰ κοιλώματα τῆς γῆς. ἀλλ’ ὁ | |
10 | Ἡρακλῆς, ἤγουν ὁ ἥλιος, καὶ τοῦτον τὸν λέοντα, ἤτοι τὸν παγετόν, νικήσας διέλυσε. 333. Κητὼ δ’ ὁπλότατον. ἡ δὲ Κητώ, φησίν, ἤτοι ἡ ὑγρότης ἡ ὑδατώδης, μιγεῖσα τῷ Φόρκυνι, ἤγουν τῇ ὁρμῇ καὶ φορᾷ τῶν ὑδάτων, ἐγέννησε δεινὸν ὄφιν ὑπο‐ | |
15 | κάτω τῆς γῆς, δηλονότι τὰς τῶν δένδρων ῥίζας, ὃς ὄφις, ἤτοι τῶν δένδρων ῥίζαι, φυλάσσει τὰ μῆλα, δηλονότι πάν‐ τας τοὺς καρπούς. μὴ θαυμάσῃς δέ, εἰ διὰ τῶν μήλων πάντας τοὺς καρποὺς περιείληφεν, ὅπου γε καὶ Ὅμηρος ἑκατόμβην τὴν θυσίαν φάσκων δηλοῖ τὰ θρέμματα πάντα. | |
20 | 337. Τηθὺς δ’ Ὠκεανῷ. ἡ Τηθὺς δέ, ἤγουν ἡ γῆ ἡ τρέφουσα πάντα, συνελθοῦσα τῷ Ὠκεανῷ, ἤγουν τῇ ταχείᾳ φορᾷ τῶν ὑδάτων (παρὰ τὸ ὠκέως νάειν), τοὺς ποταμοὺς ἀπεγέννησε. 346. τίκτε δὲ θυγατέρων. ἐγέννησε δὲ καὶ θυ‐ | |
25 | γατέρας, ἤτοι πηγάς, αἵ τινες κουρίζουσι καὶ νέους ποι‐ οῦσι τοὺς ἀνθρώπους (ἐξ ὑγρότητος γὰρ συνιστάμεθα καὶ θερμότητος), ἢ κουρίζουσιν ἀντὶ τοῦ κουράς, ἤτοι τρίχας βλαστάνειν ποιοῦσιν, αἴτιον τῆς ἡμῶν αὐξήσεως τὸ ὕδωρ εἶναι δηλούντων τῶν παλαιῶν. ἡβήσασαι δέ τινες αἱ | |
30 | τρίχες τῷ κατὰ τὴν χώραν ποταμῷ ἀνετίθεντο. τρέφουσι | |
δὲ σὺν τῷ Ἀπόλλωνι, ἤγουν τῇ θερμότητι. | 395 | |
396 | 349. Πειθώ τ’ Ἀδμήτη τε. τὰ ὀνόματα τῶν πηγῶν τινες ἐξ ἀνέμων ἐπεχείρησαν ἐτυμολογῆσαι ταῦτα. οὐκ ἕχει δὲ τοῦτο λόγον, ἀλλὰ μᾶλλον ἐκ τῶν ἐπισυμβαινόν‐ των τοῖς ὕδασιν ἐτυμολογηθεῖεν ἄν. ἡ Πειθὼ ἀπὸ τοῦ | |
5 | ποθῶ, τὸ γὰρ ὕδωρ ἄριστον καὶ ποθούμενον πᾶσιν, ὡς ἕφη Πίνδαρος· ἄριστον μὲν ὕδωρ. ἢ ἀπὸ τοῦ μὴ πεί‐ θεσθαί τινι, ἄσχετον γὰρ τὸ ὕδωρ ἐστίν. Ἀδμήτη διὰ τὸ ἰσχυρόν, Ἰάνθη διὰ τὸ τῶν ὑδάτων εὐφραντικόν, Ἠλέκτρα διὰ τὸ καθαρὰ καὶ δίκην ἠλέκτρου φαεινὰ τυγ‐ | |
10 | χάνειν τὰ ὕδατα, Δωρὶς διὰ τὰ ἐκ τῶν ὑδάτων γινό‐ μενα δῶρα τοῖς πλέουσι, Πρυμνὼ διὰ τὸ πρὸς τῇ πρύμνῃ ὄντος ἀνέμου πλέειν τοὺς ναύτας, Οὐρανίη διὰ τὸ ἐκ τῶν οὐρανῶν τὰ ὕδατα κατάγεσθαι, Ἱππὼ διὰ τὸ ταχύ (ταχὺς γὰρ ὁ ἵππος ἐστί), Κλυμένη διὰ τὸν ἀπο‐ | |
15 | τελούμενον ἦχον ἐκ τῶν ὑδάτων, Ῥόδεια διὰ τὸ τὰ ῥόδα αὔξειν, ἢ ἀπὸ τοῦ ῥέω, Καλλιρρόη ἀπὸ τοῦ καλῶς ῥέειν, Ζευξὼ διὰ τὸ μετὰ τὸ τοῦ ὕδατος ἐμφορηθῆναι τὸ ὑπο‐ ζύγιον ζεύγνυσθαι, Κλυτίη δὲ διὰ τὸ ἔνδοξον, Εἰδυῖα διὰ τὸ χρῆν εἶναι τοὺς πλέοντας ἐπιστήμονας πάντων, Πα‐ | |
20 | σιθόη διὰ τὸ πανταχοῦ θέειν, Πληξαύρη διὰ τὸ πλήττεσθαι ὑπὸ τῶν ἀνέμων, Γαλαξαύρη διὰ τὸ ὑπὸ τῶν ἀνέμων λευκαίνεσθαι καὶ οἷον ἐκγαλακτοῦσθαι, Ἐρατὼ διὰ τὸ ἐπι‐ θυμητικόν, Διώνη διὰ τὴν ἐκ τῶν ὑδάτων ὠφέλειαν, Μη‐ λόβοσις διὰ τὸ θρεπτικὸν τῶν προβάτων εἶναι τὸ ὕδωρ, | |
25 | Θόη διὰ τὸ ταχύ, Πολυδώρη διὰ τὸ πολλὰ δωρήματα ἔχειν τοὺς ναύτας ἐξ αὐτῆς, Κερκηὶς διὰ τὸ ἠχητικόν, Πλουτὼ διὰ τὸν ἐπιγινόμενον πλοῦτον, Περσηὶς διὰ τὸ ἀπὸ τόπου εἰς τόπον περᾶν, Ἰάνειρα διὰ τὸ εὐφραντικόν, Ἀκάστη διὰ τὸ θεραπευτικόν, Ξάνθη διὰ τὸ τῶν ὑδάτων | |
30 | ξανθόν, Πετραίη διὰ τὸ ἐκ πετρῶν βλαστάνειν τὰ ὕδατα, | 396 |
397 | Μενεστὼ διὰ τὸ ἐπὶ τοῦ αὐτοῦ μένειν, Εὐρώπη διὰ τὸ πλατὺ τοῦ πελάγους, Μῆτις διὰ τὸ βουλευτικοὺς δεῖν εἶναι τοὺς πλέοντας, Εὐρυνόμη διὰ τὸ πλατεῖαν νομὴν ἔχειν, Τελεστὼ διὰ τὸ αὐξητικόν, Κρυσηὶς διὰ τὸ κρυε‐ | |
5 | ρόν, Ἀσίη διὰ τὴν ἄσιν καὶ τὸν ῥύπον, ὃν φέρει, ἢ παρὰ τὸ τοὺς ῥύπους καθαίρειν, Καλυψὼ διὰ τὸ βαθύ, Εὐδώρη διὰ τὸ εὐδωρεῖσθαι τοὺς πλέοντας, Τύχη διὰ τὸ τύχαιον καὶ ἄστατον τῶν ὑδάτων, Ἀμφιρρὼ διὰ τὸ πανταχοῦ ῥέειν, Στὺξ δὲ διὰ τὸ φοβερὸν καὶ καταπληκτι‐ | |
10 | κὸν τῶν πλεομένων ὑδάτων. 371. Θεία δ’ Ἠέλιόν τε. ἡ θεῦσις δὲ καὶ ἡ κίνησις ἐγέννησε τὸν Ἥλιον καὶ τὴν Σελήνην. ποῖον Ἥλιον; τὸν Ὑπερίονος υἱόν, ἤτοι τὸν ὑπὲρ ἡμᾶς ἱέμενον. 375. Κρείῳ δ’ Εὐρυβίη. ἡ Εὐρυβίη δέ, ἤγουν | |
15 | ἡ πρόνοια ἐποίησε τὰ ἄστρα καὶ τὴν τῶν ἄστρων κίνησιν καὶ τὴν ἀπὸ ὁρίζοντος ὡς ὁρίζοντα περαίωσιν, συνελθοῦσα τῷ Κρείῳ, ἤγουν τῇ τῶν ὄντων ἀπ’ ἀλλήλων διακρίσει καὶ διαχωρίσει. ἡ Ἠὼς δὲ ἐγέννησεν ἐν τοῖς ἄστρασιν, ἤτοι ἤδη αὐγαζούσης τῆς ἡμέρας, τοὺς ἀνέμους τοὺς ἰσχυ‐ | |
20 | ρούς, οἵ τινες μᾶλλον περὶ τὸ τοιόνδε κατάστημα γίνον‐ ται· ἢ ἐπειδὴ τοὺς μεγάλους ἀνέμους φησὶν οὐ κατὰ τὴν αὐτῶν μοῖραν ἀλλ’ ἀστέρων ὄντων, τούτους ἐγέννησε. μετὰ δὲ ταῦτα ἐγέννησε τὸν Ἑωσφόρον, ὃν ἡμεῖς αὐγερι‐ νὸν ἰδιωτικῶς καλεῖν εἰώθαμεν. | |
25 | 383. Στὺξ δ’ ἔτεκ’ Ὠκεανοῦ. ἡ δὲ Στύξ, ἤγουν ἡ ὕλη, κινηθεῖσα ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην. ὁ πρῶ‐ τος, φησί, νοῦς ἐζήλωσε τὰ τῇδε πάντα παραγαγεῖν καὶ δὴ παρήγαγε. καὶ διὰ μὲν τοῦτο νοῦν ἐσχηκέναι καὶ τοῦτο ποιῆσαι τὸν Ζῆλόν φησι, διὰ δὲ τοῦτο τελειῶσαι | |
30 | τὴν Νίκην. ἐδόξαζον γὰρ οἱ παλαιοὶ τὸν τῇδε πάντα | |
παραγαγόντα ὕλην εὑρεῖν προυποκειμένην καὶ δι’ αὐτῆς | 397 | |
398 | τὰ τῇδε πάντα παραγαγεῖν· ἣν Στύγα, ἤγουν πρόνοιαν, μαινάδα ὁ Πλάτων ἐκάλεσε διὰ τὸ εἰς πολλὰ μορφοῦσθαι καθάπερ καὶ πόρνην. ποτὲ μὲν γὰρ εἰς βόειον εἶδος μετα‐ βάλλεται ἡ πρόνοια, ποτὲ δὲ εἰς ἀνθρώπινον, ποτὲ δὲ εἰς | |
5 | ἄλλο καὶ ἄλλο. ἢ τὸ ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην οὕτω νοητέον. ὁ Ἐμπεδοκλῆς ἔφασκεν εἶναι σφαῖραν καὶ ἐν αὐτῇ γεγράφθαι τὸ σύμπαν, τὴν φιλίαν τε καὶ τὸ νεῖκος, καὶ ὁμονοούντων μὲν μηδὲν γίνεσθαι, διαλυ‐ θέντων δὲ πάντα τὰ τῇδε γενέσθαι, διὰ μὲν τοῦ Ζήλου | |
10 | νοουμένης τῆς φιλίας, διὰ δὲ τῆς Νίκης, νοουμένου τοῦ νείκους. ἐγέννησε δὲ τὸ Κράτος καὶ τὴν Βίαν, ὧν χωρὶς οὐδὲν ἱδρύεται. οὕτως γὰρ ἐβούλευσεν ἡ Στὺξ γενέσθαι, ὅτι ὁ πρῶτος νοῦς συνεκαλέσατο πάντα ἐξελθεῖν εἰς τὸν κατὰ τῶν Τιτάνων πόλεμον, ἤγουν τῆς ἀταξίας. εἶπε δὲ | |
15 | τιμηθῆναι καὶ ὃς τὴν τῶν πάντων ἀταξίαν διαλύσειεν. 404. Φοίβη δ’ αὖ Κοίου. ἡ λαμπηδὼν δή, φησί, τῶν τοῦ ἡλίου ἀκτίνων, συνελθοῦσα τῷ Κοίῳ, ἤγουν ὑπο‐ χωρήσασα (ἀπὸ τοῦ κίω τὸ πορεύομαι, πλεονάζοντος τοῦ ο), ἐγέννησε τὴν Λητώ, ἤγουν τὴν νύκτα, διὰ τὸ ἐν | |
20 | αὐτῇ πάντας ἐπιλανθάνεσθαι τῶν κακῶν καὶ τῶν θλίψεων. μειλίχιον δὲ εἶπε διὰ τὸ πάντας ἐν νυκτὶ ἡμεροῦσθαι. 409. γείνατο δ’ Ἀστερίην. ἐγέννησε δὲ καὶ τὰ ἄστρα, οἷς συνῆλθεν ὁ Πέρσης, ἅ τινα δηλαδὴ κινοῦνται. ἡ δὲ Ἀστερία τὴν Ἑκάτην ἐγέννησεν, ἤτοι τὴν σελήνην, | |
25 | διὰ τὸ ἑκὰς ἡμῶν εἶναι, ἤτοι πόρρω, οὕτω καλουμένην. ᾗ τινι τῇ σελήνῃ δέδωκεν ὁ πρῶτος νοῦς τιμὴν ἔχειν ἐν τῇ τε γῇ καὶ τῇ θαλάσσῃ καὶ ἐν τῷ οὐρανῷ. καὶ τοῖς ὁδοιποροῦσι καὶ πλέουσίν ἐστι λυσιτελής (φαίνει δὲ κἀν | |
τῷ οὐρανῷ)· ὅτε γάρ, φησί, τις ἐπικαλεῖται αὐτήν, θύει | 398 | |
399 | καὶ τιμᾷ αὐτήν, ὅθεν καὶ κατάγειν ταύτην φασὶ τοὺς μάγους. δίδωσι δὲ πλοῦτον καὶ τῷ ταύτην τὴν ὥραν ἐπιτηροῦντι. —οὐδ’ ὅτι μουνογενής, οὐδὲ ὅτι, φησί, μονογενής ἐστι, μικρᾶς τιμῆς ἀπορεῖ. μονογενῆ δὲ εἶπεν | |
5 | εἰκότως· τοῦ ἡλίου γὰρ ὑπὲρ γῆν ὄντος, ὑπὲρ ἡμᾶς εἶναι τὴν σελήνην οὐκ ἄπιστον. τῆς σελήνης δ’ οὔσης ὑπὲρ ἡμᾶς, τὸν ἥλιον ἄδυτον εἶναι. ἐν ἀγορᾷ δέ, φησίν, ὠφελεῖ, ὁπότε τὸν καιρὸν ταύτης ἐπιτηρήσειέ τις. καὶ εἰς πόλεμον καὶ ἐν βασιλεῦσι τιμᾶται· καὶ τοῖς ναύταις, οἳ | |
10 | ἐργάζονται ἐν τῇ θαλάσσῃ τῇ δυσκόλως πεμπομένῃ, ἤτοι πλεομένῃ, ὠφέλιμός ἐστι, καὶ τοῖς ἡνιόχοις, ἐπιτηρήσασι καθ’ ὃν καιρὸν ὠφέλεια τούτοις ἐπείη. οἱ πλέοντες δὲ καὶ τὸ ὕδωρ καὶ τὴν σελήνην τιμῶσι. πολλάκις δὲ πολλὴν τοῖς τοὺς ἰχθύας ἀγρεύουσιν ἐποίησεν ἄγρην, πολλάκις | |
15 | δὲ ἠλάττωσε. καὶ ἐν αἰπολίοις ἐστὶ λυσιτελὴς σὺν Ἑρμῇ, διὰ τὸ τὸν Ἑρμῆν νόμιον εἶναι. οὕτω δὲ καὶ μονογενὴς οὖσα ἐκ μητρὸς πολλοῖς τιμᾶται καλῶς δὲ καὶ τὸ μονο‐ γενὴς ἐκ μητρός. ἐκ γὰρ τῆς νυκτὸς μόνης αὕτη γεν‐ νᾶται καὶ ἐν νυκτὶ φαίνει. | |
20 | 453. Ῥεῖα δ’ ὑποδμηθεῖσα Κρόνῳ. ἡ Ῥέα δέ, φησίν, ἤγουν ἡ ὕλη συνελθοῦσα τῷ Κρόνῳ, ἤτοι τῷ. πρώτῳ νοΐ, ἐγέννησε τέκνα λαμπρά, τὰ δ δηλονότι στοι‐ χεῖα. καὶ μὴ θαυμάσῃς, εἰ νῦν μὲν τὴν Στύγα ὕλην εἶπε, νῦν δὲ τὴν Ῥέαν. δόξαι γὰρ ἦσαν ἄλλαι ἄλλοις | |
25 | ἐμπίπτουσαι. καὶ Ὅμηρος δὲ τοῦτο πολλάκις ποιεῖ. τὴν γὰρ ἄλλοις ἄλλως δόξαν καὶ ἄλλως ἄλλοις οὗτος συνά‐ γων, νῦν μὲν οὕτως, νῦν δὲ ἄλλως φησίν. ἐγέννησε γοῦν ἡ ὕλη τὴν Δήμητραν, ἤγουν τὴν γῆν, τὴν Ἱστίαν, τὴν στερεὰν δηλονότι καὶ ἡδρασμένην καὶ ἑστῶσαν ἀπὸ τοῦ | |
30 | ἵστημι, καὶ τὴν Ἥραν, ἤτοι τὸν αἰθέρα. ποίαν Ἥραν; τὴν | 399 |
400 | χρυσοπέδιλον, ἤγουν τὴν τὸ τέλος πυρῶδες ἔχουσαν καὶ χρυσῷ εἰκασμένον. ὥσπερ γὰρ τοῦ σώματος τέλος ὁ πούς, εἰς ὃν ἐμβάλλεται τὰ πέδιλα, οὕτω καὶ τὸ πλήρωμα τοῦ αἰθέρος ὡς χρυσὸς ἔοικεν εἶναι πυρῶδες. τὸν ἴφθιμόν | |
5 | τε Ἀΐδην, ἤγουν τὸν ὑπὸ γῆν ἀέρα, ὃν διὰ τὸ ζοφῶδες οὕτως ἐκάλεσε, καὶ τὸν Ποσειδῶνα, ἤτοι τὸ ὕδωρ, τὸν Δία τε, ἤτοι τὸν ὑπὲρ γῆν ἀέρα. 458. τοῦ καὶ ὑπὸ βροντῆς. εἰ μὲν ἐπὶ τοῦ Πο‐ σειδῶνος τὸ „τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα | |
10 | χθὼν“ νοήσεις, ἔστιν οὕτως. δόξαν γὰρ εἶχον οἱ παλαιοί, ὅτι ὅταν οἱ σεισμοὶ γίνωνται, περικλυζομένου τοῦ ὕδατος, τοῦτο γίνεται, ὥστε τὸ ὕδωρ αἴτιον εἶναι. ἐπὶ δὲ τοῦ Διὸς ἑτέραν δόξαν οἱ ἀνόητοι εἶχον, ὅτι πνευμάτων ὑπο‐ κάτω τῆς γῆς γεννωμένων καὶ μὴ δυναμένων ἄλλοθεν | |
15 | ἐξελθεῖν, ἡ γῆ στενοχωρεῖται ὑπὸ τούτων καὶ σείεται. 459. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος. ἐν‐ τεῦθεν ὡς ἐν κεφαλαίῳ ἄλλως νοεῖται. Κρόνον τὸν χρό‐ νον φησί, Ῥέαν δὲ τὴν ῥεῦσιν καὶ φθορὰν τοῦ χρόνου, καί φησιν, ὅτι πάντα τὰ ἐξ αὐτοῦ ὁ χρόνος κατέπινε. | |
20 | δῆλον γάρ, ὡς τὰ χρόνῳ γεννώμενα καὶ ἐν χρόνῳ φθεί‐ ρονται. 463. πεύθετο. ἔμαθε γάρ, φησί, παρὰ τῆς Γῆς καὶ τοῦ Οὐρανοῦ, ὅτι ὑπὸ ἰδίου γεννήματος δαμασθήσεται, του‐ τέστι ὑπὸ παιδὸς ἑοῦ, ἤτοι τοῦ ἀνθρώπου, νικηθήσεται. | |
25 | γέννημα γὰρ τοῦ χρόνου, καὶ ὑπὸ τὸν χρόνον ὁ ἄνθρω‐ πος. νικηθήσεται δὲ τοῦ ἀνθρώπου νοήσαντος καὶ τε‐ χνησαμένου, πῶς τῶν ἐπιτηδείων πορίσειε τοὺς καιρούς. τἆλλα, Διὸς μεγάλου διὰ βουλάς, ἤγουν διὰ φρονή‐ σεως. καὶ κατὰ τὸν μῦθον δὲ οὔτινι ἄλλῳ συμβου‐ | |
30 | λεύσασθαι εἶχεν, εἰ μὴ Γῇ καὶ Οὐρανῷ, ὡς τῆς μὲν | |
ὑποδεχομένης τὰ σπέρματα, τοῦ δὲ ἄρδοντος. | 400 | |
401 | 467. ἀλλ’ ὅτε Δι’ ἔμελλε. ἐντεῦθεν ἄλλως νοεῖται. ἀλλ’ ὅτε, φησίν, ἡ Ῥέα, ἤτοι ἡ γῆ, ἔμελλε γεννᾶν τὸν Ζῆνα, ἤγουν τοὺς πρὸς ζωὴν ἐπιτηδείους καρπούς, τότε ἔπεμψε τὸν Ζῆνα τοῦτον, ἤγουν τὰ σπέρματα, εἰς Κρή‐ | |
5 | την, ἢ διὰ τὸ πρώτως ἐκεῖ ταῦτα εὑρεθῆναι ἢ διὰ τὸ πολλὴν ἀφθονίαν τῶν ὡρίων εἶναι ἐκεῖ. 481. ἔνθα μὲν ἷκτο φέρουσα. ἔνθα, φησίν, ἤγαγε τὴν νύκτα ἡ γῆ. ἐξ ἀφανοῦς γὰρ καὶ ἀοράτου τὰ σπέρ‐ ματα τὴν αὔξησιν ἐπιδέχονται. ἔκρυψε δὲ τοῦτον τὸν Ζῆνα, | |
10 | ἤγουν τοὺς καρπούς, ἡ γῆ ἐν ἄντρῳ ἠλιβάτῳ, ἤτοι ἐν καταδύσει, ἐν ᾗ ἐπιβαίνοντος ἡλίου δεῖται. εἰ δ’ ἴσως, καὶ ἀπὸ τοῦ ἀλιταίνειν τῆς βάσεως ἐτυμολογεῖτο, καλῶς καὶ οὕτως ἔχει. ἐν τόποις γὰρ ἐρήμοις πᾶς τῆς βάσεως ἀλιταίνει, οὐ γὰρ διοδεύει ἐκεῖσε. | |
15 | 484. Αἰγαίῳ ἐν ὄρει. ἢ διὰ τὸ ἀΐσσειν καὶ αὔξειν καὶ θάλλειν τὰ σπέρματα ἢ διὰ τὸ αἴτιον ἡμῖν εἶναι τοῦ ἀΐσσειν καὶ αὔξειν. 485. τῷ δὲ σπαργανίσασα. καλῶς τὸ σπαργανίσασα προσέθηκε. καὶ γὰρ τοῖς μὲν ἄλλοις τῶν ζώων ἀμυντήρια | |
20 | ὅπλα ἡ φύσις ἐπένειμε, τῷ ἀνθρώπῳ δὲ μόνῳ οὐδὲν πρόβλημα ἐπιδέδωκε. πρῶτον γὰρ σπαργανίσασα, ἤτοι τὰ πρὸς διακόσμησιν ἐπιτιθέμενα χαρισαμένη, μέγαν λίθον ἠγγυάλιξε. παρέσχε τούτῳ μέγαν λίθον, ἤτοι ἄνθρωπον, ὃν λίθον εἶπε διὰ τὸ ἀνέκδοτον τούτου καὶ πρὸς τοὺς | |
25 | πόνους καρτερικὸν ἢ διὰ τὸ ἐναντιωθῆναι δίκην λίθου τῷ Κρόνῳ, ὃν λαβὼν ἐνέβαλε τῇ νηδύι, οὐδ’ ἐνόησεν, ὅτι ὁ υἱὸς αὐτῆς οὐδὲν ἐλυμάνθη. εἰ γὰρ εἷς ἢ καὶ τυχὸν πολλοὶ ἀποθάνωσιν, ἀλλ’ οὐκ ἤδη καὶ ἡ ἀνθρωπεία φύσις συντέθνηκεν ἅπασα. | |
30 | 492. καρπαλίμως δ’ ἔπειτα. ταχέως γοῦν ηὐξάνοντο | |
οἱ καρποί. τελεσθέντων δὲ τῶν χρόνων ἤμεσε πάλιν τὸν | 401 | |
402 | ἴδιον γόνον ὁ Κρόνος. μετεμψυχώσεις γάρ τινας οἱ πα‐ λαιοὶ ἐδόξαζον, ὅτι εἰ μὲν ἡ ψυχὴ τοῦ ἀνθρώπου εὖ ζῶσα διατεθῇ, ἔστω, εἰ δὲ μή, ἀφ’ ἑνὸς σώματος εἰς ἕτερον μετεπήδησε καὶ εἶχε τοῦτο εἰς τιμωρίαν. νῦν γοῦν περὶ | |
5 | τούτων φησὶ τῶν μετεμψυχώσεων, ὅτι ὃν κατέπινε λίθον, ἤτοι ψυχὴν ἀνθρωπείαν, πάλιν ἐξήμεσεν, ὃν ἄνθρωπον ὁ Ζεύς, ἤτοι οἱ καρποί, ἐστήριξεν ἐν τῇ γῇ. ὑπὸ γὰρ τῶν καρπῶν στηριζόμεθα. ἐστήριξε δὲ Ζεὺς ἐν Πυθοῖ. πυθό‐ μενος γὰρ ὁ σῖτος ἐν τῇ γῇ, ἤτοι σηπόμενος καὶ οἷον | |
10 | θνήσκων, πάλιν ἀναθάλλει, καὶ θάλλειν τοὺς ἀνθρώπους ποιεῖ. ταῦτα μὲν οὕτως. εἰ δ’ ὡς ἐν κεφαλαίῳ νοῆσαι θελήσειας, ἔστιν οὕτως. ἡ Ῥέα, ἤτοι ἡ φθορὰ τοῦ χρό‐ νου, ἣν καλῶς τῷ χρόνῳ συνέμιξεν, ἔδωκε τῷ Κρόνῳ, ἤτοι τῷ χρόνῳ, λίθον ἀντὶ παιδός, ἤτοι τὴν γῆν, ἣν ἀφα‐ | |
15 | νίσαι οὗτος οὐκ ἠδυνήθη. 506. κούρην δ’ Ἰαπετός. Ἰαπετὸν ἐνταῦθά φησι τὴν τῶν οὐρανίων σωμάτων κίνησιν, Κλυμένην δὲ τὸν ἐκ τούτων ἀποτελούμενον ἦχον. δόξαν γὰρ εἶχον οἱ πα‐ λαιοί, τὰ οὐράνια κινεῖσθαι σώματα καὶ ἠχεῖν, ἄτοπον | |
20 | εἶναι λέγοντες, εἰ τὰ μὲν ἐπὶ γῆς τυχόντα σώματα ἦχον ἀποτελοῖεν, ἐκεῖνα δὲ τὰ ὑπερφυῆ καὶ οὐράνια μὴ ἦχον ἀποτελεῖν. ἔλεγον οὖν γίνεσθαι μὲν ἤχους ἀπὸ τῶν οὐρανίων σωμάτων, ἡμῖν δὲ μὴ ἀκούεσθαι ἢ διὰ τὸ μῆ‐ κος εἶναι πολὺ μεταξύ, ἢ διὰ τὸ ἐνειθίσθαι τοῖς τοιούτοις | |
25 | ἡμᾶς. 509. Ἄτλαν τε. δόξαν πάλιν εἶχον οἱ παλαιοὶ ἄξονα διὰ μέσου τοῦ βορείου πόλου μέχρι τοῦ νότου διεληλά‐ σθαι τῇ γῇ ἐρειδόμενον. 510. Μενοίτιον. Μενοίτιον ἐνταῦθα τὴν τῶν οὐρα‐ | |
30 | νίων σωμάτων ἀεὶ κινησίαν φησί, καὶ τὸν Προμηθέα ψυ‐ χὴν εἶναι τοῦ παντὸς ἔλεγον οἱ παλαιοί, ἤτοι πρῶτον | |
νοῦν, ἀφ’ οὗ αἱ ψυχαὶ πηγάζουσι πᾶσιν. ἔλεγον δὲ | 402 | |
403 | ἐκεῖνοι μὲν πρῶτον Προμηθέα τὸν καθόλου εἶναι, τὴν δὲ καθ’ ἑνὸς ψυχὴν ἐξ ἐκείνου γεννᾶσθαι μερικὸν Προμηθέα, Προμηθέως γοῦν τοῦ πρώτου νοουμένου νοός, ἤτοι τῆς καθόλου ψυχῆς τοῦ παντός. ἐνταῦθά μοι ὡς ἐπὶ μερικοῦ | |
5 | νόησον Προμηθέως. ἐντεῦθεν γὰρ ἀπὸ τῶν οὐρανιώνων ἐπὶ τὰ κατὰ τῶν ἀνθρώπους πάθη χωρεῖ. ἐποίησε γοῦν τὸν Προμηθέα, δηλονότι τὴν πρώτην βουλὴν καὶ τὸν Ἐπιμηθέα, ἤτοι τὴν ὑστεροβουλίαν. καλῶς δὲ ὁ μῦθος ἀδελφὸν τῷ Προμηθεῖ τὸν Ἐπιμηθέα παρίστησιν. ἀλη‐ | |
10 | θῶς γὰρ ἢ ἀπὸ Προμηθέως ὁ ἄνθρωπος ὠφελούμενος οὐ περιπίπτει κακῷ ἢ ἁμαρτὼν ἀνακτᾶται πάλιν δι’ ὑστερο‐ βουλίας. διὰ γὰρ τοῦτο καὶ ἁμαρτίνοον τοῦτον ἔφη, πα‐ ρόσον ἁμαρτάνοντός τινος ἐπέρχεται ἡ ὑστεροβουλία καὶ ἡ ἐκ ταύτης ὄνησις, ὃς Ἐπιμηθεὺς ἐγένετο βλάβη τοῖς | |
15 | ἀνδράσι, μέγα γὰρ ἡ ὑστεροβουλία κακόν. 513. πρῶτος γάρ ῥα Διὸς ὑπέδεκτο. ἐντεῦθεν προαναφωνεῖ, ἅπερ ἔμπροσθεν μέλλει εἰπεῖν. 514. ὑβριστὴν δὲ Μενοίτιον. ἐνταῦθα παραδηλοῖ τὴν μετὰ τοῦ λογικοῦ μάχην τοῦ θεοῦ, ὃν διὰ τοῦ | |
20 | Μενοιτίου παραδηλοῖ. γίνεται γὰρ ἐκ τοῦ μένω. νικήσας δέ, φησίν, ὁ Ζεύς, ἤτοι αὐτὸ τὸ λογικὸν, τὸν Μενοίτιον, ἤτοι τὸν θυμόν, κατέπεμψεν εἰς Ἐρέβους, ἤγουν ὑπέταξε. 517. Ἄτλας δ’ οὐρανόν. ὁ δὲ ἄξων, φησί, βαστάζει τὸν οὐρανὸν ἐν πείρασι τῆς γῆς, ἤτοι ἐν γῇ ἐρηρεισμέ‐ | |
25 | νος. πρόπαρ Ἑσπερίδων λιγυφώνων. ἐνταῦθα δι’ οὐδὲν ἄλλο τι τὰς Ἑσπερίδας εἰσήγαγεν, ἀλλ’ ἵνα δηλώσῃ, περὶ ὃν τόπον εἰσί. πρῶτον δὲ ἀπένειμε ταύταις τὸν ὠκεανόν. ὠκεανὸν δὲ ὅταν ἀκούσῃς λεγόντων τῶν ποιη‐ τῶν, μὴ ἄλλο τι νόει, ἀλλ’ ἢ τὴν τοῦ ἡμισφαιρίου περί‐ | |
30 | ληψιν, ἤγουν ἀπὸ τοῦ βορείου πόλου μέχρι τοῦ νότου | |
ὁ ἄξων διελήλαται. ἐστήρικται δὲ κἀν τῇ γῇ. ἐν μὲν | 403 | |
404 | γὰρ τῇ κεφαλῇ τὸν βόρειον ὑποδηλοῖ, διὰ δὲ τῶν χειρῶν τὸν νότον. 521. δῆσε δ’ ἀλυκτοπέδῃσι. ὁ δὲ Ζεύς, φησίν, ἤτοι ὁ πρῶτος νοῦς, ἔδησεν ἐν ἀλυκτοπέδῃσιν, ἤτοι ἐν σώμασι, | |
5 | τὸν Προμηθέα, οὐ γὰρ χωρὶς σωμάτων παρήγαγε τὴν ψυχήν. 522. μέσον διὰ κίον’ ἐλάσσας. ἐνταῦθα συνέπεται τοῖς τὸ ἡγεμονικὸν περὶ τὴν καρδίαν λέγουσιν ἐγκαθι‐ δρεύεσθαι. διὰ γὰρ τοῦ εἰπεῖν „μέσον κίον’ ἐλάσ‐ | |
10 | σασ“, τοῦτο μόνον οὐχὶ ὑπεδήλωσεν. 523. καί οἱ ἐπ’ αἰετὸν ὦρσε. ἐπήγειρε δὲ τῷ νοῒ καὶ ἀετόν, ἤτοι τὰς βιωτικὰς μερίμνας καὶ φροντίδας, αἵ τινες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν, ὅπερ πάλιν ἐν τῇ νυκτὶ ἀνακτᾶται καὶ ψυχαγωγεῖται· ἐν γὰρ τῇ νυκτὶ πάντων | |
15 | ἀπαλλαττόμεθα καὶ σχολάζομεν, ὃν ὄρνιν ἀετόν, ἤτοι τὰς μερίμνας, ἀνῄρηκεν ὁ Ἡρακλῆς, ἤτοι ὁ θάνατος. καὶ ἄλλως τοῦτό φασιν. ἐπήγειρε δέ, φησί, τούτῳ ὁ Ζεὺς ἀετόν, τὴν τοῦ νοὸς δηλαδὴ ὀξύτητα, ἥ τις διεγείρει τοῦτον καὶ ἐσθίει τὸ ἧπαρ, ἤτοι τὴν περὶ τὸ ἧπαρ ἐγκειμένην ἐπι‐ | |
20 | θυμίαν, ἥτις πάλιν κατὰ τὴν νύκτα αὔξεται καὶ λαν‐ θάνει τὸν νοῦν. ἣν διέλυσε καὶ ἠφάνισεν ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος. καὶ γὰρ ἆθλα τούτου τὴν διὰ τῶν ιβ ζωδίων διέλευσίν φησιν. ὁ ἥλιος γοῦν, ἤγουν ἡ τοῦ χρό‐ νου περίοδός ποτε κατέσχε καὶ ἠφάνισε ταύτην. οὐκ | |
25 | ὠργίζετο δὲ ὁ Ζεὺς τῷ Ἡρακλεῖ διὰ τὸ ἀντιτάττεσθαι τούτῳ· τῷ γὰρ παραγαγόντι ὁ ἀφανίσας τοῦτο ἀντι‐ τάσσεται. εἰκὸς δὲ ὡς ἄνθρωπον σεμνὸν καὶ τοῦτον ἀφα‐ νισθῆναι. 535. καὶ γὰρ ὅτ’ ἐκρίνοντο. πρῶτον, φησί, οἱ θεοί, | |
30 | μετὰ τῶν ἀνθρώπων ὁμοζωίαν ἐκέκτηντο. τοῦτο δὲ ὑπεμ‐ φαίνει, καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν, ᾗ περὶ | |
τοῦ χρυσοῦ λέγει γένους. τότε δὲ ἀπ’ ἀλλήλων. διεκρί‐ | 404 | |
405 | θησαν ἐν τῇ Μηκώνῃ, ἤγουν κατὰ μὲν τὰ ἄλλα ὅμοιοι τοῖς θεοῖς ἦσαν, κατὰ δὲ τὸ μῆκος τοῦ χρόνου διήλλατ‐ τον. μετὰ δὲ τὸ ταῦτα γενέσθαι, προσέθηκε δύο μερίδας, ἑαυτῷ μὲν σάρκας καταθείς, ἤγουν αὐτὸς μὲν εἰς τρυφὴν | |
5 | ἐξοκείλας, τῷ δὲ νοῒ ὀστέα καὶ λίπος ὑπέθετο (καὶ γὰρ πᾶσα τέχνη ἔχει τι καὶ ἐπαγωγόν). δέδωκεν οὖν τούτῳ αἵρεσιν, ὁποῖον ἐθέλῃ λαβεῖν, καὶ προεκρίνετο μετὰ τῶν ὀστέων λίπος, ἤτοι τὴν μετὰ κόπου ἡδονήν. ἕως μὲν οὖν εἶχεν ἐπαγωγόν τι καὶ θελκτήριον ἐν τῷ τοιούτῳ βίῳ, | |
10 | ἐπειδὴ δὲ τὴν σκληραγωγίαν μόνην εἶδεν, οὐδὲ ὄνησιν μικράν, τότε τὴν τοιαύτην διαγωγὴν ἐμίσησεν. 562. ἐκ τούτου δὴ ἔπειτα. ἐκ τότε γοῦν ἀπέκρυπτε τὴν τοῦ πυρὸς χρῆσιν καὶ τὰς διὰ τούτου κατασκευα‐ ζομένας τέχνας. ἀλλ’ ἀνακτηθεὶς πάλιν ὁ πρῶτος νοῦς | |
15 | δέδωκε τοῖς ἀνθρώποις τὴν χρῆσιν τοῦ πυρός, διὰ τοιού‐ των ὀργάνων ἐπιτηδείων εἰς τοῦτο. 570. αὐτίκα δ’ ἀντὶ πυρός. αὐτίκα δέ, φησίν, ὁ Ἥφαιστος ἐποίησε γυναῖκα, ἤγουν τὴν ἔντεχνον ζωήν, τὴν κατὰ τέχνην ἐγγινομένην τινί, ἣν ἔντεχνον ζωὴν τὸ | |
20 | πῦρ κατασκευάζει. γυναῖκα δὲ εἶπε διὰ τὸ ἀσθενεῖς κατὰ ψυχὴν καὶ ἀλόγους τοὺς ἀνθρώπους ποιεῖν. ἐκόσμησε δὲ ταύτην ἡ Ἀθηνᾶ, ἤτοι ἡ φρόνησις. τὰ δὲ λοιπὰ τοῦ μύ‐ θου καὶ τὰ ἑξῆς περὶ γυναικῶν καὶ ἄλλως ἂν νοηθεῖεν. ἀπέκρυψε δέ, φησίν, ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, τὴν τοῦ πυρὸς | |
25 | χρῆσιν, ἤγουν ἐποίησε τοὺς ἀνθρώπους μὴ γινώσκειν, ὅτι ἐξ αὐτοῦ πορίζεται τὸ πῦρ, ἕως οὗ ὁ Προμηθεὺς μετὰ δόλου τοῦτο ἔκλεψεν. 617. Βριάρεῳ δ’ ὡς πρῶτα. τινὲς μὲν ἐπειράθησαν τοὺς τρεῖς εἰς ἓν συναγαγεῖν καὶ λαβεῖν ἐπὶ τοῦ ὕδατος | |
30 | τοῦ ὑπὸ γῆς, ὅτι ὁ Ζεύς, ἤτοι ὁ πρῶτος νοῦς, τὸν | 405 |
406 | Κόττον, τὸν Βριάρεων καὶ τὸν Γύγην, ἤτοι τὰ ὑπὸ γῆς ὕδατα συνέκλεισεν ὑπὸ γῆν καὶ οἱονεί τινι δεσμῷ περι‐ έδησε, Βριάρεων μὲν διὰ τὸ ἰσχυρὸν καὶ Κόττον ὡσαύτως, Γύγην δὲ διὰ τὸ ὑπὸ γῆς εἶναι. ληπτέον δὲ τὸν μὲν | |
5 | Βριάρεων ἐπὶ τοῦ ὕδατος (βριαρὸν γὰρ καὶ ἰσχυρὸν τὸ ὕδωρ), Κόττον δὲ καὶ Γύγην ἐπὶ τῶν πνευμάτων διὰ τὸ σφοδρὸν τούτων καὶ διὰ τὸ ἐκ τῆς γῆς ἀνάγεσθαι. 621. ἔνθ’ οἵγ’ ἄλγε’ ἔχοντες. ἐδόξαζον οἱ παλαιοὶ ὑπὸ τὸν Τάρταρον εἶναι τοὺς λεγομένους ἀντίποδας, τοὺς | |
10 | ἶσον ἡμῖν βαίνοντας· ὃν τρόπον γάρ, ἔλεγον, ἐνταῦθα διάγουσιν ἄνθρωποι, οὕτω καὶ ὑπὸ γῆν εἶναι. ἄλγεα δὲ ἔχοντας εἶπε διὰ τὸ μήτε τοιούτου ἀέρος μήτε ἡλίου ἀπο‐ λαύειν, οἵου περ ἡμεῖς. 624. ἀλλά σφεας Κρονίδης. ἐνταῦθα δηλοῖ τὴν | |
15 | διὰ τῶν ἑπτὰ πλανήτων συνερχομένην σύγχυσιν τοῦ παν‐ τός. ποτὲ μὲν γὰρ δι’ ὕδατος ἐγένετο, οἷον τὸ ἐπὶ τοῦ κατακλυσμοῦ, (ὅπερ μέγαν χειμῶνα οἱ παλαιοὶ ἔφασκον), ποτὲ δὲ διὰ πυρός, οἷον τὸ ἐν τοῖς Σοδόμοις γεγονός, (ὅπερ μέγα θέρος ἔλεγον). ἐνταῦθα γοῦν τοῦτο δηλοῖ, | |
20 | ὅτι ὅτε ἔμελλε τὸ τοιοῦτον γίνεσθαι, ἤγουν ἡ δι’ ὕδατος σύγχυσις τοῦ παντός, τότε τὰ ὕδατα ἐκ τῆς γῆς ἀνήχθη‐ σαν, οἷον θελησάσης καὶ ὑπακουσάσης τῆς γῆς. 629. δηρὸν γὰρ μάρναντο. ἐπὶ πολύν, φησί, χρό‐ νον ἡ τοιαύτη ἀταξία ἐγίνετο. οἱ μὲν γὰρ Τιτᾶνες συν‐ | |
25 | έπιπτον ἀπὸ τοῦ Ὀθρύος τῆς ὑψηλῆς, ἤγουν ἢ τῆς γῆς, ἣν ἀθροῦμεν, ἢ τοῦ ἀέρος, δι’ οὗ ἀθροῦμεν, οἱ δὲ θεοί, ἤγουν τὰ οὐράνια σώματα, ἀπὸ τοῦ Ὀλύμπου. 639. ἀλλ’ ὅτε δή. τοῦτο πρὸς μὲν τὴν ἔννοιαν οὐ συνᾴδει, πρὸς δὲ ἀστεϊσμὸν εἰς τὸ μέσον ἐτέθη, ἵνα δη‐ | |
30 | λώσῃ, ὅτι ὑδροποτοῦσι καὶ οἱ ἀστέρες. ἀλλ’ ὅτε, φησί, τοῖς ἄστρασι πρὸς συνοχὴν ἐδωρήσατο τὸ ὕδωρ, τότε ὁ | |
Ζεύς, ἤτοι ὁ ἥλιος (ἀπὸ τοῦ ζέειν ἢ ἀπὸ τοῦ εὖ ζῆν | 406 | |
407 | ἡμῖν παρέχειν), καὶ οἱ ἀστέρες συνῆλθον τὸ εἰωθὸς ἡμῖν ἐργάσασθαι. 657. ἀλκτὴρ δ’ ἀθανάτοισιν. ἐπεί, φησίν, εἰς φῶς διὰ σοῦ παρήχθημεν (διὰ χρόνου γὰρ τοῦτο γίνεται, ὃν | |
5 | τρόπον προειρήκαμεν γίνεσθαί τε καὶ ἀπαρτίζεσθαι διὰ τῆς ιβ ζωδίων διελεύσεως), νῦν πάλιν φυλάξομεν τὸ σὸν κράτος, ἤτοι ὅπερ ἐξ ἀρχῆς εἶχες. ἐντεῦθεν τὰ τότε συμ‐ βαίνειν εἰωθότα διηγεῖται. 687. οὐδ’ ἄρ’ ἔτι Ζεύς. ἐντεῦθεν πάλιν καὶ τὴν | |
10 | διὰ τοῦ πυρὸς σύγχυσιν καταλέγει. εὐθέως γάρ, φησί, κατηνέχθη πῦρ ἐξ οὐρανοῦ καὶ κεραυνοὶ καὶ ἀστραπαί, πάντες τε ἐσκοτίζοντο. πάλιν δὲ ἐπαύθη ἡ τοιαύτη σύγ‐ χυσις, καὶ τὰ ὕδατα κατεβλήθησαν τοσοῦτον ὑποκάτω τῆς γῆς, ὅσον ὁ οὐρανὸς ἀπέσχε ἀπὸ τῆς γῆς. κέντρου | |
15 | γὰρ λόγον ἡ γῆ πρὸς ὅλον τὸν οὐρανὸν ἐπέχει. ἐλήλαται δὲ καὶ διὰ μέσης τῆς γῆς ὁ οὐράνιος ἄξων, ἡ λεγομένη εὐθεῖα. 727. τριστοιχεὶ. ἡ τῶν τριῶν στοιχείων σκότωσις, ἀέρος, γῆς καὶ ὕδατος, ἢ πολλαπλῶς. ἄνωθεν γὰρ τοῦ | |
20 | Ταρτάρου αἱ τῶν δένδρων ῥίζαι πεφύκασιν. 732. θύρας δ’ ἐπέθηκε. προείπομεν, ὅτι προῆν πάν‐ των τὸ ὕδωρ, οὗ ἡ ὑποστάθμη καὶ Ὀτρυγίαν τὴν γῆν ἀπετέλεσε. θύρας γοῦν, ἤτοι γῆν, τὸ ὕδωρ ἐπέθηκεν ἐπ’ αὐτοῖς. | |
25 | 739. τά τε στυγέουσι. ἄνωθεν τοῦ βορείου πόλου τοὺς ἀστέρας εἶναι, τοὺς μηδέποτε κατὰ τὸ ὑποκάτω ἡμισφαίριον δύοντας, φησίν, ἐπεὶ καὶ κατὰ τὸ ὑπὸ γῆν ἡμισφαίριον εἰκὸς φαίνειν ἀστέρας, ἀλλ’ οὐ τοιούτους, ἔνθεν ἐστήρικται ὁ ἄξων. | |
30 | 775. ἔνθα δὲ ναιετάει. τινὲς οὕτως ἐπειράθησαν | 407 |
408 | ἀλληγορεῖν, Στύγα τὴν φθορὰν λέγοντες τοῦ θανάτου, ὅπου, φησί, κατοικεῖ ἡ Στὺξ χωρὶς τῶν θεῶν. ἡ γὰρ φθορὰ πόρρω τῶν ἀθανάτων ἐστίν. ἡ θυγάτηρ ἀψορ‐ ρόου Ὠκεανοῖο, ἤτοι τῆς ἀφ’ ὧν συνέστηκε στοι‐ | |
5 | χείων ἐπαναλύσεως. ἀψορρόου τοῦ ὀπισθορμήτου, ἀφ’ ὧν συνέστηκεν ἀναλυομένη. νόσφιν δὲ θεῶν. χωρὶς δὲ τῶν ἄλλων στοιχείων κατοικεῖ δώματα κατηρεφέα ταῖς πέτραις, παρόσον ὑπὸ γῆν ὁ ἀποθανὼν κατοικεῖ. ἀμφὶ δὲ πάντῃ κίοσιν ἀργυρέοισι. παρόσον καὶ τὰ | |
10 | στοιχεῖα μερικῶς φθείρεται, οὐχὶ τὰ καθόλου. κίονας οὖν ἀργυρέας τὰ στοιχεῖά φησι. τοῦτο γοῦν δηλοῖ, ὅτι ἡ φθορὰ μέχρι καὶ αὐτῶν τῶν στοιχείων φθάνει οὐ καθό‐ λου, ἀλλὰ μερικῶς. τινὲς δὲ οὕτως ἠλληγόρησαν· ὅπου, φησίν, ὑπὸ γῆν κατοικεῖ ἡ Στύξ, ἤτοι ἡ ἀναθυμίασις, ἡ | |
15 | ἀπὸ τῆς γῆς ἀναδιδομένη (ἀπὸ τοῦ στάζω, στάξω, στὰξ καὶ στύξ). ἡ θυγάτηρ ἀψορρόου Ὠκεανοῖο, πάλιν γὰρ ἀπ’ οὐρανοῦ κατέρχεται ἀναλαμβανομένη. κίοσι δὲ ἀργυρέοισι, παρόσον ἐν τῷ οὐρανῷ ἀνάγεται. 780. παῦρα δὲ Θαύμαντος. ὀλιγάκις δέ, φησί, | |
20 | φαίνεται ἡ Ἶρις, ἤτοι τὸ τόξον, ἡ θυγάτηρ τοῦ Θαύμαν‐ τος, ἤτοι ἡ θαυμαστή, ἡ ὠκέα, παρόσον ἐξαίφνης εἴωθε γίνεσθαι καὶ αὖ διαλύεσθαι. πότε; ὁπότε συμβῇ ἀταξία γίνεσθαι. ὁ δὲ Ζεύς, φησίν, ἐκπέμπει ταύτην ἐνεγκεῖν ὕδωρ, τοῦτο δηλοῦντος τοῦ λόγου, ὅτι ἢ προηγησαμένου | |
25 | ὑετοῦ ἢ μέλλοντος γίνεσθαι, εἴωθε φαίνεσθαι ἡ Ἶρις· ὃ ὕδωρ ἀπὸ πέτρας ἠλιβάτου, ἤτοι τοῦ οὐρανοῦ (ἐφ’ οὗ ὁ ἥλιος βαίνει), κατέρχεται. 787. πολλὸν δέ θ’ ὑπὸ χθονός. ἐνταῦθα μέλλει δηλῶσαι, ὅτι τὸ κατερχόμενον ὕδωρ οὐ πλέον ἐστὶ τοῦ | |
30 | ὑπὸ γῆς· φησὶ γοῦν, ὅτι τὸ δέκατον κατέρχεται μέρος τοῦ ὕδατος. αἱ μὲν γὰρ θ μοῖραι κατὰ τῆς γῆς χέονται, ἡ δὲ μία κατὰ τὰ ὑποχθόνια. τὸ δὲ διὰ νύκτα μέλαιναν | |
εἶπε, παρόσον συννέφεια εἴωθε γίνεσθαι κατὰ τὸν τοιοῦ‐ | 408 | |
409 | τον καιρόν. διὰ δὲ τοῦ ὀμνύειν εἰς τὴν Στύγα τοὺς θεοὺς δηλοῖ, ὅτι τὸ ὕδωρ τιμιώτερόν ἐστι πάντων, καὶ ὅτι οὐ δεῖ ἐπιορκεῖν. 803. δεκάτῳ δ’ ἐπιμίσγεται. διὰ τούτου πάλιν | |
5 | δηλοῖ τὸ μὴ δεῖν παντελῶς ἐκβάλλεσθαι τῆς βουλῆς τὸν ἁμαρτήσαντα. 811. ἔνθα δὲ μαρμάρεαί τε. ὅπου, φησίν, αἱ ῥί‐ ζαι εἰσὶ καὶ ὁ χάλκεος οὖδος. ἀρηρώς, αὐτοφυής, ἵνα δηλώσῃ, ὅτι, κἂν καὶ μαρμαρέας πύλας φησί, τὴν γῆν αὐτὴν | |
10 | λέγει, αὐτοφυῆ δὲ τὸ ἀπὸ τῆς αὐτῆς γῆς. —πρόσθεν δὲ θεῶν. ἢ ὅτι καὶ ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ ἀστέρες εἰσίν, ἢ ὅτι τὸν Κόττον καὶ τὸν Γύγην ὑπηρέτας τοῦ Διός φησιν, ἤτοι τὸ ἰσχυρὸν δηλοῦντος τοῦ ὕδατος καὶ τὸ ὑπὸ γῆν εἶναι. καὶ ἀπ’ αὐτῆς τὰς ἀρχὰς εἶναι τῶν | |
15 | ὑδάτων· δία γὰρ τὸ ὕδωρ οἱ Δωριεῖς φασιν, τὸ ζ εἰς δ τρέποντες, ὡς Ζεὺς καὶ Διὸς ἀπὸ τοῦ δεύειν. τὸν δὲ Βριάρεων γαμβρὸν ἐποίησεν ὁ Ποσειδῶν, τὴν Κυμοπόλειαν γυναῖκα δούς. ὅταν γὰρ ταράσσηται τὸ ὕδωρ καὶ προσ‐ αράσσωνται τῇ γῇ τὰ κύματα, τότε τὸ ὕδωρ τὴν οἰκείαν | |
20 | δύναμιν εἴωθεν ἐπιδείκνυσθαι. 820. αὐτὰρ ἐπεὶ Τιτῆνας. ἐπεὶ γοῦν τὰ Ταρτά‐ ρια ὕδατα ὑπὸ γῆν κατεκλείσθησαν, ἡ γῆ τὸν Τυφῶνα ἐγέννησεν, ἔστι δὲ πνεῦμα, ἐκ ξηρᾶς ἀναθυμιάσεως γινό‐ μενον. εἰκότως οὖν κατακλεισθῆναι πρῶτόν φησι τὰ ὕδατα | |
25 | τὰ ταρτάρια. ἐπεὶ δὲ πάλιν χωρὶς ὑγρότητος οὐκ ἔστι τοῦτο γενέσθαι, φησὶν ἐν φιλότητι τοῦ Ταρτάρου, ἤγουν ὀλί‐ γου ὕδατος ἀπολειφθέντος, οὗ Τυφῶνος αἱ χεῖρές εἰσι δυναταί, ἑκατόν τε κεφαλὰς ἔχει δράκοντος. διὰ δὲ τὸ συριγμὸν ἀφιέναι τοῦτο εἶπε. λελιχμότος δὲ διὰ τὸ | |
30 | παρατυχὸν ἀνακουφίζειν εἰς ὕψος. ἐπεὶ δὲ τὸ τοιοῦτον πνεῦμα ὅλως πυρῶδές ἐστι, διὰ τοῦτο τὰ ὄμματα τού‐ | |
του πῦρ λάμπειν φησί. — | 409 | |
410 | 836. καί νύ κεν ἔπλετο. καὶ δή, φησίν, ἐπεκρά‐ τησε τὸ τοιοῦτον πνεῦμα (καὶ γὰρ ἀπὸ τοῦ εἶναι ἰσχυρὸν καὶ ὅλον νέφος μετακινεῖται καὶ ὑπὸ γῆν πολλάκις κατάγε‐ ται), εἰ μὴ ὁ Ζεύς, ἤτοι ἡ πρόνοια, ὀξὺ ἐνόησε καὶ | |
5 | ἐβρόντησε μέγα. πνεύματος γὰρ ὑπὸ τὸ νέφος εἰσερχομέ‐ νου καὶ κλειομένου ἐν αὐτῷ, μὴ εὑρίσκοντος ἔξοδον, τὸ νέφος στενοχωρεῖται, τὸ δὲ στενοχωρούμενον κινεῖται καὶ κινούμενον ἐκπυροῦται καὶ πυρούμενον εἰς ἀστραπὰς καὶ κεραυνοὺς τὸ τοιοῦτον πνεῦμα διαλύει. | |
10 | 853. Ζεὺς δ’ ἐπεὶ οὖν. ἐπεὶ οὖν κατέστειλε τὸ τοιοῦτον πνεῦμα, οὕτως, ὥσπερ ὅταν τὸ ὄρος καίηται καὶ τὰ ἐν αὐτῷ τοῦ χαλκοῦ μέταλλα ἀναλύωσιν, ἔρριψεν αὐτό, ἤτοι διέλυσεν. ἀπ’ αὐτοῦ δὲ τοῦ Τυφῶνος γεννῶνται ἄνεμοι καταιγιδώδεις, βλαβεροὶ ὄντες τοῖς ἀνθρώποις. | |
15 | 881. αὐτὰρ ἐπεί ῥα πόνον. ἐντεῦθεν ἄλλως νοη‐ τέον τοὺς Τιτᾶνας. ἐκεῖ μὲν γὰρ εἰς τὰ ὑπὸ γῆν πνεύ‐ ματά τε καὶ ὕδατα ἠλληγόρηντο, ἐνταῦθα δὲ εἰς τὸ χαλκοῦν γένος, περὶ οὗ καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμε‐ ρῶν φησιν. ἐπεὶ γάρ, φησίν, οἱ μάχαις συζῶντες ἠφα‐ | |
20 | νίσθησαν ἄνθρωποι, (τότε, ἐπεὶ τῇ τετάρτῃ γενεᾷ, δηλαδὴ τῇ τῶν ἡρώων, ὁ Ζεὺς ἐβασίλευεν, ἤτοι ὁ νοῦς), ἐγέ‐ νοντο ἕτεροι, οἳ αὑτῶν βασιλέα τὸν Δία προεστήσαντο, οἵ τινες δὴ μετὰ φρονήσεως ἔζων καὶ βουλῆς. 886. Ζεὺς δὲ θεῶν βασιλεὺς. ὁ δὲ Ζεύς, φησίν, | |
25 | ἤτοι ὁ νοῦς, πρῶτον συνῆλθε τῇ Μήτιδι. εἰ μὴ γὰρ ὁ νοῦς βουλεύσαιτο καὶ τὸ ἐπαμφοτερίζον εἰς ἓν περιστή‐ σειεν, οὐκ ἄλλως τὸ ἴδιον ἐνεργές. ποίαν Μῆτιν; τὴν πολλὰ εἰδυῖαν. ἐκ γὰρ φρονήσεως καὶ πολυπειρίας τὰ πάντα γινώσκει τις. ἐπεὶ δὲ τὴν Ἀθηνᾶν γεννήσειν ἔμελ‐ | |
30 | λεν, ἤτοι τὴν φρόνησιν, τὴν Μῆτιν κατέπιε, τουτέστι | 410 |
411 | τὴν ἐπαμφοτερίζουσαν τούτου βουλὴν εἰς ἓν περιέστησε καὶ τὸ εὔνομον ἀπεγέννησε. 891. Γαίης φραδμοσύνῃσι. ἐπεὶ γὰρ οἱ ἐν ἡμῖν νόες τοῦ πρώτου νοός εἰσιν ἀπόρροιαι, τὸν δὲ οὐρανὸν | |
5 | τῷ πρώτῳ νοῒ ἀπονέμουσι (φασὶ δὲ καὶ σύνευνον τὴν γῆν οὐρανοῦ), καλῶς εἶπε δηλονότι, ἄνωθεν πηγασάσην τὴν βουλήν. 894. ἐκ γὰρ τῆς εἵμαρτο. εἰ μὴ γὰρ ἡ Ἀθηνᾶ, ἤγουν ἡ φρόνησις καὶ τὸ συνετὸν διακριτικόν, ἐγεννήθη, | |
10 | ἔμελλεν ἡ ἀβουλία προελθεῖν, ἣν καὶ ὑπέρβιον διὰ τὸ ἀναιδὲς εἶπεν. Ἀθηνᾶν δὲ ποίαν; τὴν γλαυκῶπιν, ἤτοι τὴν λαμπρυντικήν (γλαύσσω γὰρ τὸ βλέπω), ἢ τὴν κατα‐ πληκτικὴν παρὰ τὸ γλαυκοὺς ὦπας ἔχειν (καὶ γὰρ τὰ φοβερώτατα τῶν θηρίων τοιούτους ὀφθαλμοὺς ἔχειν φα‐ | |
15 | σίν), ἣν Τριτογένειαν εἶπε, παρόσον ἐκ τῆς Τριτοῦς, ἤτοι ἐκ τῆς κεφαλῆς γεννᾶται. οἱ Κρᾶτες γὰρ τὴν κεφαλὴν Τριτώ φασιν. 901. δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν. ἔπειτα μετὰ τὸ τὴν φρόνησιν γεννηθῆναι ὑπ’ αὐτοῦ, παρήχθη | |
20 | καὶ ἐφάνη τὸ δίκαιον, ὃ καὶ τὰς Ὥρας γεγέννηκε, τὴν Εὐνομίαν, τὴν Δίκην καὶ τὴν Εἰρήνην. δικαίου γὰρ πολιτευομένου καὶ διαγωγὴν καλλίστην ἔστιν ἰδεῖν καὶ δικαιοσύνην καὶ εἰρήνην. ἃς Ὥρας εἶπε διὰ τὸ ἐπιτηρεῖν τὰ ἔργα τῶν ἀνθρώπων. ἐγέννησε δὲ καὶ τὰς Μοίρας | |
25 | αὐτάς, τὴν διανέμησιν τῶν ἀνηκόντων ἑκάστοις, ὃ πρῶτον δίκαιόν ἐστιν. αἷς οἰκεῖα καὶ τὰ ὀνόματα παρὰ τὸ ἐπικλωθόμενον καὶ ἐπιλαγχάνον τινὶ τοῦ λοιποῦ ἀμε‐ τάτροπον εἶναι. ἠγάγετο καὶ τὴν Εὐρυνόμην, ἤτοι τὴν εὐρεῖαν διαγωγήν. φρονήσεως γὰρ προηγησαμένης, τὰ πάντα | |
30 | συμβαίνει καλά, ἣν κόρην τοῦ Ὠκεανοῦ εἶπε παρὰ τὸ | |
τὴν τοιαύτην εὔροιαν ὠκέως ἐν τῷ βίῳ νάειν ἡμῶν, ἥ τις | 411 | |
412 | ἐγέννησε τὰς Χάριτας, περὶ ὧν προειρήκαμεν ἐν ἀρχῇ, αἵ τινες χαροπαί εἰσιν. 912. Δήμητρος. εἰ μὲν τὸν Δία ἐπὶ τοῦ νοὸς ἐθέλεις λαβεῖν, οὕτω νοεῖται, ὅτι ὁ Ζεύς, ἤτοι ὁ νοῦς, | |
5 | ἐφεῦρε καὶ τὸ σπείρειν εἰς γῆν. εἰ δ’ ὡς ἐν κεφαλῇ, οὕτως ὁ Ζεύς, ἢ τὸ ὕδωρ ἢ ὁ ἥλιος, (βέλτιον δὲ τὸν ἥλιον νοεῖν), συνελθὼν τῇ Δήμητρι, ἤγουν τὴν γῆν πυ‐ ρώσας, ἔπεισε γεννῆσαι τὴν Περσεφόνην, ἤτοι τὴν θρεπτι‐ κὴν δύναμιν (φερβοσύνην τινὰ οὖσαν), συντεθειμένην ἀπὸ | |
10 | τοῦ φέρβω τὸ τρέφω καὶ τὸ φονεύω, οἱονεὶ φονεύεται κρυπτόμενος ὑπὸ γῆν ὁ καρπούμενος. ἣν Περσεφόνην τὸν Ἅιδην εἶπεν ἁρπάσαι, παρόσον ὑπὸ γῆν κρύπτεται καὶ πρὸς καιρὸν ἀφανίζεται, ἣν αὖθις ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, ἀναφανῆναι πεποίηκε. πάλιν γὰρ ἀναδίδοται καὶ | |
15 | αὐξάνει. 915. δ’ ἐξαῦτις. πάλιν ἠγάγετο τὴν Μνημοσύνην. δεῖ γὰρ καὶ μνήμης τῷ νοΐ, ἀφ’ ἧς μνήμης αἱ Μοῦσαι, ὡς προείπομεν, ἐγένοντο. 918. δ’ Ἀπόλλωνα. ἡ Λητὼ δέ, φησίν, ἤτοι ἡ | |
20 | νὺξ ἐγέννησε τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν, τὸν ἥλιον δηλονότι καὶ τὴν σελήνην, ἣν κελαδεινήν φησι διὰ τοὺς ἐπὶ τῇ γεννήσει ταύτης ἐγγινομένους κελάδους, ἰοχέαιράν τε διὰ τὰς ἐξ αὐτῆς ἀκτινοβολήσεις, κυνηγέτιδα δέ, παρό‐ σον δοκεῖ πλησιάζουσα τοῖς ὄρεσι κυνηγετεῖν. | |
25 | 924. αὐτὸς δ’ ἐκ. ὁ Ζεὺς τῇ Μήτιδι συνελθὼν τὴν φρόνησιν ἀπεγέννησεν, ἣν καὶ ἀγελείαν φασὶ διὰ τὸ ἄγη ἐλαύνειν, ἢ διὰ τὸ εἶναι πολεμικήν, ἄγειν τὰς λείας. 921. λοισθοτάτην δ’ Ἥρην. αὐτὴ δ’ ἐγέννησε τὴν Εἰλείθυιαν, ἤτοι τὴν γεννητικὴν δύναμιν καὶ τὴν εἰς | |
30 | τὸ εἶναι ἔλευσιν καὶ προαγωγήν, καὶ τὴν Ἥβην καὶ τὸν | 412 |
413 | Ἄρην, ὅτι ὑπὲρ εὐαερίας καὶ περὶ χωρῶν λιπαρῶν ὁ πόλεμος γίνεται. τινές φασιν, ὅτι μετὰ τὸ τοὺς παλαιοὺς ἐμπλησθῆναι εἰς κόρον πάντων τῶν βιωτικῶν τὰ περὶ ἀέρος καὶ τῶν ἄλλων ἐπετηδεύσαντο. ἢ καὶ οὕτως. τὴν | |
5 | Ἥραν σύζυγόν φασι τοῦ Διός, ὅτι ὁ ἀὴρ τῷ αἰθέρι ὑπόκειται, καθὼς καὶ ἡ γυνὴ τῷ ἀνδρί. ὁ ἀὴρ δὲ τῷ αἰθέρι συνεφιλιώθη, ἀρχὴν διελθὼν τοῦ περιδρόμου κύ‐ | |
κλου, φθάσας τὸ κέντρον, ἔνθα δ’ ἀρχὴ καὶ τέλος. | 413 |